Μήδεια

Euripides

Editor: Gilbert Murray
Sponsor: Perseus Project, Tufts University
Greek produced via Lace 0.6.17 (Bruce Robertson, Mount Allison University)

τὰ τοῦ δράματος πρόσωπα
Τροφός
Κρέων
Παῖδες Μηδείας
Παιδαγωγός
Ἰάσων
Χορός γυναικών
Αἰγεύς
Μήδεια
Ἄγγελος
    Τροφός
  1. Εἴθ’ ὤφελ’ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος
  2. Κόλχων ἐς αἶαν κυανέας Συμπληγάδας,
  3. μηδ’ ἐν νάπαισι Πηλίου πεσεῖν ποτε
  4. τμηθεῖσα πεύκη, μηδ’ ἐρετμῶσαι χέρας
  5. ἀνδρῶν ἀρίστων, οἳ τὸ πάγχρυσον δέρας
  6. Πελίᾳ μετῆλθον. οὐ γὰρ ἂν δέσποιν’ ἐμὴ
  7. Μήδεια πύργους γῆς ἔπλευσ’ Ἰωλκίας
  8. ἔρωτι θυμὸν ἐκπλαγεῖσ’ Ἰάσονος·
  9. οὐδ’ ἂν κτανεῖν πείσασα Πελιάδας κόρας
  10. πατέρα κατῴκει τήνδε γῆν Κορινθίαν
  11. ξὺν ἀνδρὶ καὶ τέκνοισιν, ἁνδάνουσα μὲν
  12. φυγῇ πολιτῶν ὧν ἀφίκετο χθόνα,
  13. αὐτή τε πάντα ξυμφέρουσ’ Ἰάσονι·
  14. ἥπερ μεγίστη γίγνεται σωτηρία,
  15. ὅταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῇ.
  16. νῦν δ’ ἐχθρὰ πάντα, καὶ νοσεῖ τὰ φίλτατα.
  17. προδοὺς γὰρ αὑτοῦ τέκνα δεσπότιν τ’ ἐμὴν
  18. γάμοις Ἰάσων βασιλικοῖς εὐνάζεται,
  19. γήμας Κρέοντος παῖδ’, ὃς αἰσύμνᾷ χθονός·
  20. Μήδεια δ’ ἡ δύστηνος ἠτιμασμένη
  21. βοᾷ μὲν ὅρκους, ἀνακαλεῖ δὲ δεξιάς,
  22. πίστιν μεγίστην, καὶ θεοὺς μαρτύρεται
  23. οἵας ἀμοιβῆς ἐξ Ἰάσονος κυρεῖ.
  24. κεῖται δ’ ἄσιτος, σῶμ’ ὑφεῖσ’ ἀλγηδόσι,
  25. τὸν πάντα συντήκουσα δακρύοις χρόνον,
  26. ἐπεὶ πρὸς ἀνδρὸς ᾔσθετ’ ἠδικημένη,
  27. οὔτ’ ὄμμ’ ἐπαίρουσ’ οὔτ’ ἀπαλλάσσουσα γῆς
  28. πρόσωπον· ὡς δὲ πέτρος ἢ θαλάσσιος
  29. κλύδων ἀκούει νουθετουμένη φίλων·
  30. ἢν μή ποτε στρέψασα πάλλευκον δέρην
  31. αὐτὴ πρὸς αὑτὴν πατέρ’ ἀποιμώξῃ φίλον
  32. καὶ γαῖαν οἴκους θ’, οὓς προδοῦσ’ ἀφίκετο
  33. μετ’ ἀνδρὸς ὅς σφε νῦν ἀτιμάσας ἔχει.
  34. ἔγνωκε δ’ ἡ τάλαινα συμφορᾶς ὕπο
  35. οἷον πατρῴας μὴ ἀπολείπεσθαι χθονός.
  36. στυγεῖ δὲ παῖδας οὐδ’ ὁρῶσ’ εὐφραίνεται.
  37. δέδοικα δ’ αὐτὴν μή τι βουλεύσῃ νέον·
  38. βαρεῖα γὰρ φρήν, οὐδ’ ἀνέξεται κακῶς
  39. πάσχουσ’· ἐγᾦδα τήνδε, δειμαίνω τέ νιν
  40. μὴ θηκτὸν ὤσῃ φάσγανον δι’ ἥπατος,
  41. σιγῇ δόμους εἰσβᾶσ’, ἵν’ ἔστρωται λέχος,
  42. ἢ καὶ τύραννον τόν τε γήμαντα κτάνῃ,
  43. κἄπειτα μείζω συμφορὰν λάβῃ τινά.
  44. δεινὴ γάρ· οὔτοι ῥᾳδίως γε συμβαλὼν
  45. ἔχθραν τις αὐτῇ καλλίνικον οἴσεται.
  46. ἀλλ’ οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοι
  47. στείχουσι, μητρὸς οὐδὲν ἐννοούμενοι
  48. κακῶν· νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ.
  49. Παιδαγωγός
  50. παλαιὸν οἴκων κτῆμα δεσποίνης ἐμῆς,
  51. τί πρὸς πύλαισι τήνδ’ ἄγουσ’ ἐρημίαν
  52. ἕστηκας, αὐτὴ θρεομένη σαυτῇ κακά;
  53. πῶς σοῦ μόνη Μήδεια λείπεσθαι θέλει;
  54. Τροφός
  55. τέκνων ὀπαδὲ πρέσβυ τῶν Ἰάσονος,
  56. χρηστοῖσι δούλοις ξυμφορὰ τὰ δεσποτῶν
  57. κακῶς πίτνοντα, καὶ φρενῶν ἀνθάπτεται.
  58. ἐγὼ γὰρ ἐς τοῦτ’ ἐκβέβηκ’ ἀλγηδόνος,
  59. ὥσθ’ ἵμερός μ’ ὑπῆλθε γῇ τε κοὐρανῷ
  60. λέξαι μολούσῃ δεῦρο δεσποίνης τύχας.
  61. Παιδαγωγός
  62. οὔπω γὰρ ἡ τάλαινα παύεται γόων;
  63. Τροφός
  64. ζηλῶ σ’· ἐν ἀρχῇ πῆμα κοὐδέπω μεσοῖ.
  65. Παιδαγωγός
  66. ὦ μῶρος—εἰ χρὴ δεσπότας εἰπεῖν τόδε·
  67. ὡς οὐδὲν οἶδε τῶν νεωτέρων κακῶν.
  68. Τροφός
  69. τί δ’ ἔστιν, ὦ γεραιέ; μὴ φθόνει φράσαι.
  70. Παιδαγωγός
  71. οὐδέν· μετέγνων καὶ τὰ πρόσθ’ εἰρημένα.
  72. Τροφός
  73. μή, πρὸς γενείου, κρύπτε σύνδουλον σέθεν·
  74. σιγὴν γάρ, εἰ χρή, τῶνδε θήσομαι πέρι.
  75. Παιδαγωγός
  76. ἤκουσά του λέγοντος, οὐ δοκῶν κλύειν,
  77. πεσσοὺς προσελθών, ἔνθα δὴ παλαίτατοι
  78. θάσσουσι, σεμνὸν ἀμφὶ Πειρήνης ὕδωρ,
  79. ὡς τούσδε παῖδας γῆς ἐλᾶν Κορινθίας
  80. σὺν μητρὶ μέλλοι τῆσδε κοίρανος χθονὸς
  81. Κρέων. ὁ μέντοι μῦθος εἰ σαφὴς ὅδε
  82. οὐκ οἶδα· βουλοίμην δ’ ἂν οὐκ εἶναι τόδε.
  83. Τροφός
  84. καὶ ταῦτ’ Ἰάσων παῖδας ἐξανέξεται
  85. πάσχοντας, εἰ καὶ μητρὶ διαφορὰν ἔχει;
  86. Παιδαγωγός
  87. παλαιὰ καινῶν λείπεται κηδευμάτων,
  88. κοὐκ ἔστ’ ἐκεῖνος τοῖσδε δώμασιν φίλος.
  89. Τροφός
  90. ἀπωλόμεσθ’ ἄρ’, εἰ κακὸν προσοίσομεν
  91. νέον παλαιῷ, πρὶν τόδ’ ἐξηντληκέναι.
  92. Παιδαγωγός
  93. ἀτὰρ σύ γ’—οὐ γὰρ καιρὸς εἰδέναι τόδε
  94. δέσποιναν—ἡσύχαζε καὶ σίγα λόγον.
  95. Τροφός
  96. ὦ τέκν’, ἀκούεθ’ οἷος εἰς ὑμᾶς πατήρ;
  97. ὄλοιτο μὲν μή· δεσπότης γάρ ἐστ’ ἐμός·
  98. ἀτὰρ κακός γ’ ὢν ἐς φίλους ἁλίσκεται.
  99. Παιδαγωγός
  100. τίς δ’ οὐχὶ θνητῶν; ἄρτι γιγνώσκεις τόδε,
  101. ὡς πᾶς τις αὑτὸν τοῦ πέλας μᾶλλον φιλεῖ,
  102. οἳ μὲν δικαίως, οἳ δὲ καὶ κέρδους χάριν,
  103. εἰ τούσδε γ’ εὐνῆς οὕνεκ’ οὐ στέργει πατήρ.
  104. Τροφός
  105. ἴτ’—εὖ γὰρ ἔσται—δωμάτων ἔσω, τέκνα.
  106. σὺ δ’ ὡς μάλιστα τούσδ’ ἐρημώσας ἔχε
  107. καὶ μὴ πέλαζε μητρὶ δυσθυμουμένῃ.
  108. ἤδη γὰρ εἶδον ὄμμα νιν ταυρουμένην
  109. τοῖσδ’, ὥς τι δρασείουσαν· οὐδὲ παύσεται
  110. χόλου, σάφ’ οἶδα, πρὶν κατασκῆψαί τινα . . .
  111. ἐχθρούς γε μέντοι, μὴ φίλους, δράσειέ τι.
  112. Μήδεια ἔνδοθεν
  113. ἰώ,
  114. δύστανος ἐγὼ μελέα τε πόνων,
  115. ἰώ μοί μοι, πῶς ἂν ὀλοίμαν;
  116. Τροφός
  117. τόδ’ ἐκεῖνο, φίλοι παῖδες· μήτηρ
  118. κινεῖ κραδίαν, κινεῖ δὲ χόλον.
  119. σπεύσατε θᾶσσον δώματος εἴσω
  120. καὶ μὴ πελάσητ’ ὄμματος ἐγγύς,
  121. μηδὲ προσέλθητ’, ἀλλὰ φυλάσσεσθ’
  122. ἄγριον ἦθος στυγεράν τε φύσιν
  123. φρενὸς αὐθάδους.—
  124. ἴτε νῦν, χωρεῖθ’ ὡς τάχος εἴσω.—
  125. δῆλον δ’ ἀρχῆς ἐξαιρόμενον
  126. νέφος οἰμωγῆς ὡς τάχ’ ἀνάψει
  127. μείζονι θυμῷ· τί ποτ’ ἐργάσεται
  128. μεγαλόσπλαγχνος δυσκατάπαυστος
  129. ψυχὴ δηχθεῖσα κακοῖσιν;
  130. Μήδεια
  131. αἰαῖ,
  132. ἔπαθον τλάμων ἔπαθον μεγάλων
  133. ἄξι’ ὀδυρμῶν· ὦ κατάρατοι
  134. παῖδες ὄλοισθε στυγερᾶς ματρὸς
  135. σὺν πατρί, καὶ πᾶς δόμος ἔρροι.
  136. Τροφός
  137. ἰώ μοί μοι, ἰὼ τλήμων.
  138. τί δέ σοι παῖδες πατρὸς ἀμπλακίας
  139. μετέχουσι; τί τούσδ’ ἔχθεις; οἴμοι,
  140. τέκνα, μή τι πάθηθ’ ὡς ὑπεραλγῶ.
  141. δεινὰ τυράννων λήματα καί πως
  142. ὀλίγ’ ἀρχόμενοι, πολλὰ κρατοῦντες
  143. χαλεπῶς ὀργὰς μεταβάλλουσιν.
  144. τὸ γὰρ εἰθίσθαι ζῆν ἐπ’ ἴσοισιν
  145. κρεῖσσον· ἐμοὶ γοῦν ἐν μὴ μεγάλοις
  146. ὀχυρῶς γ’ εἴη καταγηράσκειν.
  147. τῶν γὰρ μετρίων πρῶτα μὲν εἰπεῖν
  148. τοὔνομα νικᾷ, χρῆσθαί τε μακρῷ
  149. λῷστα βροτοῖσιν· τὰ δ’ ὑπερβάλλοντ’
  150. οὐδένα καιρὸν δύναται θνητοῖς·
  151. μείζους δ’ ἄτας, ὅταν ὀργισθῇ
  152. δαίμων οἴκοις, ἀπέδωκεν.
  153. Χορός
  154. ἔκλυον φωνάν, ἔκλυον δὲ βοὰν
  155. τᾶς δυστάνου Κολχίδος, οὐδέ πω
  156. ἤπιος· ἀλλ’ ὦ γηραιά,
  157. λέξον· ἐπ’ ἀμφιπύλου γὰρ ἔσω μελάθρου βοὰν
  158. ἔκλυον· οὐδὲ συνήδομαι, ὦ γύναι, ἄλγεσιν
  159. δώματος· ἐπεί μοι φίλον κέκρανται.
  160. Τροφός
  161. οὐκ εἰσὶ δόμοι· φροῦδα τάδ’ ἤδη.
  162. τὸν μὲν γὰρ ἔχει λέκτρα τυράννων,
  163. ἃ δ’ ἐν θαλάμοις τάκει βιοτὰν
  164. δέσποινα, φίλων οὐδενὸς οὐδὲν
  165. παραθαλπομένα φρένα μύθοις.
  166. Μήδεια
  167. αἰαῖ· ὦ Ζεῦ καὶ Γᾶ καὶ Φῶς·
  168. διά μου κεφαλᾶς φλὸξ οὐρανία
  169. βαίη· τί δέ μοι ζῆν ἔτι κέρδος;
  170. φεῦ φεῦ· θανάτῳ καταλυσαίμαν
  171. βιοτὰν στυγερὰν προλιποῦσα.
  172. Χορός
  173. —ἄιες· ὦ Ζεῦ καὶ γᾶ καὶ φῶς·
  174. ἀχὰν οἵαν ἁ δύστανος
  175. μέλπει νύμφα;
  176. —τίς σοί ποτε τᾶς ἀπλάτου
  177. κοίτας ἔρος, ὦ ματαία;
  178. σπεύσει θανάτου τελευτά·
  179. μηδὲν τόδε λίσσου.
  180. —εἰ δὲ σὸς πόσις
  181. καινὰ λέχη σεβίζει,
  182. κείνῳ τόδε· μὴ χαράσσου·
  183. —Ζεύς σοι τάδε συνδικήσει. μὴ λίαν
  184. τάκου δυρομένα σὸν εὐνάταν.
  185. Μήδεια
  186. ὦ μεγάλα Θέμι καὶ πότνι’ Ἄρτεμι
  187. λεύσσεθ’ ἃ πάσχω, μεγάλοις ὅρκοις
  188. ἐνδησαμένα τὸν κατάρατον
  189. πόσιν; ὅν ποτ’ ἐγὼ νύμφαν τ’ ἐσίδοιμ’
  190. αὐτοῖς μελάθροις διακναιομένους,
  191. οἷ’ ἐμὲ πρόσθεν τολμῶσ’ ἀδικεῖν.
  192. ὦ πάτερ, ὦ πόλις, ὧν ἀπενάσθην
  193. αἰσχρῶς τὸν ἐμὸν κτείνασα κάσιν.
  194. Τροφός
  195. κλύεθ’ οἷα λέγει κἀπιβοᾶται
  196. Θέμιν εὐκταίαν Ζῆνά θ’, ὃς ὅρκων
  197. θνητοῖς ταμίας νενόμισται;
  198. οὐκ ἔστιν ὅπως ἔν τινι μικρῷ
  199. δέσποινα χόλον καταπαύσει.
  200. Χορός
  201. —πῶς ἂν ἐς ὄψιν τὰν ἁμετέραν
  202. ἔλθοι μύθων τ’ αὐδαθέντων
  203. δέξαιτ’ ὀμφάν;
  204. —εἴ πως βαρύθυμον ὀργὰν
  205. καὶ λῆμα φρενῶν μεθείη,
  206. μήτοι τό γ’ ἐμὸν πρόθυμον
  207. φίλοισιν ἀπέστω.
  208. —ἀλλὰ βᾶσά νιν
  209. δεῦρο πόρευσον οἴκων
  210. ἔξω· φίλα καὶ τάδ’ αὔδα.
  211. σπεῦσον πρίν τι κακῶσαι τοὺς εἴσω·
  212. πένθος γὰρ μεγάλως τόδ’ ὁρμᾶται.
  213. Τροφός
  214. δράσω τάδ’· ἀτὰρ φόβος εἰ πείσω
  215. δέσποιναν ἐμήν·
  216. μόχθου δὲ χάριν τήνδ’ ἐπιδώσω.
  217. καίτοι τοκάδος δέργμα λεαίνης
  218. ἀποταυροῦται δμωσίν, ὅταν τις
  219. μῦθον προφέρων πέλας ὁρμηθῇ.
  220. σκαιοὺς δὲ λέγων κοὐδέν τι σοφοὺς
  221. τοὺς πρόσθε βροτοὺς οὐκ ἂν ἁμάρτοις,
  222. οἵτινες ὕμνους ἐπὶ μὲν θαλίαις
  223. ἐπί τ’ εἰλαπίναις καὶ παρὰ δείπνοις
  224. ηὕροντο βίου τερπνὰς ἀκοάς·
  225. στυγίους δὲ βροτῶν οὐδεὶς λύπας
  226. ηὕρετο μούσῃ καὶ πολυχόρδοις
  227. ᾠδαῖς παύειν, ἐξ ὧν θάνατοι
  228. δειναί τε τύχαι σφάλλουσι δόμους.
  229. καίτοι τάδε μὲν κέρδος ἀκεῖσθαι
  230. μολπαῖσι βροτούς· ἵνα δ’ εὔδειπνοι
  231. δαῖτες, τί μάτην τείνουσι βοήν;
  232. τὸ παρὸν γὰρ ἔχει τέρψιν ἀφ’ αὑτοῦ
  233. δαιτὸς πλήρωμα βροτοῖσιν.
  234. Χορός
  235. ἰαχὰν ἄιον πολύστονον γόων,
  236. λιγυρὰ δ’ ἄχεα μογερὰ βοᾷ
  237. τὸν ἐν λέχει προδόταν κακόνυμφον·
  238. θεοκλυτεῖ δ’ ἄδικα παθοῦσα
  239. τὰν Ζηνὸς ὁρκίαν Θέμιν,
  240. ἅ νιν ἔβασεν
  241. Ἑλλάδ’ ἐς ἀντίπορον
  242. δι’ ἅλα νύχιον ἐφ’ ἁλμυρὰν
  243. πόντου κλῇδ’ ἀπέραντον.
  244. Μήδεια
  245. Κορίνθιαι γυναῖκες, ἐξῆλθον δόμων,
  246. μή μοί τι μέμφησθ’· οἶδα γὰρ πολλοὺς βροτῶν
  247. σεμνοὺς γεγῶτας, τοὺς μὲν ὀμμάτων ἄπο,
  248. τοὺς δ’ ἐν θυραίοις· οἱ δ’ ἀφ’ ἡσύχου ποδὸς
  249. δύσκλειαν ἐκτήσαντο καὶ ῥᾳθυμίαν.
  250. δίκη γὰρ οὐκ ἔνεστ’ ἐν ὀφθαλμοῖς βροτῶν,
  251. ὅστις πρὶν ἀνδρὸς σπλάγχνον ἐκμαθεῖν σαφῶς
  252. στυγεῖ δεδορκώς, οὐδὲν ἠδικημένος. . . .
  253. χρὴ δὲ ξένον μὲν κάρτα προσχωρεῖν πόλει . . .
  254. οὐδ’ ἀστὸν ᾔνεσ’ ὅστις αὐθάδης γεγὼς
  255. πικρὸς πολίταις ἐστὶν ἀμαθίας ὕπο.
  256. ἐμοὶ δ’ ἄελπτον πρᾶγμα προσπεσὸν τόδε
  257. ψυχὴν διέφθαρκ’· οἴχομαι δὲ καὶ βίου
  258. χάριν μεθεῖσα κατθανεῖν χρῄζω, φίλαι.
  259. ἐν ᾧ γὰρ ἦν μοι πάντα γιγνώσκειν καλῶς,
  260. κάκιστος ἀνδρῶν ἐκβέβηχ’ οὑμὸς πόσις.
  261. πάντων δ’ ὅσ’ ἔστ’ ἔμψυχα καὶ γνώμην ἔχει
  262. γυναῖκές ἐσμεν ἀθλιώτατον φυτόν·
  263. ἃς πρῶτα μὲν δεῖ χρημάτων ὑπερβολῇ
  264. πόσιν πρίασθαι, δεσπότην τε σώματος
  265. λαβεῖν· κακοῦ γὰρ τοῦτ’ ἔτ’ ἄλγιον κακόν.
  266. κἀν τῷδ’ ἀγὼν μέγιστος, ἢ κακὸν λαβεῖν
  267. ἢ χρηστόν. οὐ γὰρ εὐκλεεῖς ἀπαλλαγαὶ
  268. γυναιξίν, οὐδ’ οἷόν τ’ ἀνήνασθαι πόσιν.
  269. ἐς καινὰ δ’ ἤθη καὶ νόμους ἀφιγμένην
  270. δεῖ μάντιν εἶναι, μὴ μαθοῦσαν οἴκοθεν,
  271. ὅτῳ μάλιστα χρήσεται ξυνευνέτῃ.
  272. κἂν μὲν τάδ’ ἡμῖν ἐκπονουμέναισιν εὖ
  273. πόσις ξυνοικῇ μὴ βίᾳ φέρων ζυγόν,
  274. ζηλωτὸς αἰών· εἰ δὲ μή, θανεῖν χρεών.
  275. ἀνὴρ δ’, ὅταν τοῖς ἔνδον ἄχθηται ξυνών,
  276. ἔξω μολὼν ἔπαυσε καρδίαν ἄσης·
  277. ἢ πρὸς φίλον τιν’ ἢ πρὸς ἥλικα τραπείς·
  278. ἡμῖν δ’ ἀνάγκη πρὸς μίαν ψυχὴν βλέπειν.
  279. λέγουσι δ’ ἡμᾶς ὡς ἀκίνδυνον βίον
  280. ζῶμεν κατ’ οἴκους, οἳ δὲ μάρνανται δορί·
  281. κακῶς φρονοῦντες· ὡς τρὶς ἂν παρ’ ἀσπίδα
  282. στῆναι θέλοιμ’ ἂν μᾶλλον ἢ τεκεῖν ἅπαξ.
  283. ἀλλ’ οὐ γὰρ αὑτὸς πρὸς σὲ κἄμ’ ἥκει λόγος·
  284. σοὶ μὲν πόλις θ’ ἥδ’ ἐστὶ καὶ πατρὸς δόμοι
  285. βίου τ’ ὄνησις καὶ φίλων συνουσία,
  286. ἐγὼ δ’ ἔρημος ἄπολις οὖσ’ ὑβρίζομαι
  287. πρὸς ἀνδρός, ἐκ γῆς βαρβάρου λελῃσμένη,
  288. οὐ μητέρ’, οὐκ ἀδελφόν, οὐχὶ συγγενῆ
  289. μεθορμίσασθαι τῆσδ’ ἔχουσα συμφορᾶς.
  290. τοσοῦτον οὖν σου τυγχάνειν βουλήσομαι,
  291. ἤν μοι πόρος τις μηχανή τ’ ἐξευρεθῇ
  292. πόσιν δίκην τῶνδ’ ἀντιτείσασθαι κακῶν,
  293. τὸν δόντα τ’ αὐτῷ θυγατέρ’ ἥ τ’ ἐγήματο
  294. σιγᾶν. γυνὴ γὰρ τἄλλα μὲν φόβου πλέα
  295. κακή τ’ ἐς ἀλκὴν καὶ σίδηρον εἰσορᾶν·
  296. ὅταν δ’ ἐς εὐνὴν ἠδικημένη κυρῇ,
  297. οὐκ ἔστιν ἄλλη φρὴν μιαιφονωτέρα.
  298. Χορός
  299. δράσω τάδ’· ἐνδίκως γὰρ ἐκτείσῃ πόσιν,
  300. Μήδεια. πενθεῖν δ’ οὔ σε θαυμάζω τύχας.
  301. ὁρῶ δὲ καὶ Κρέοντα, τῆσδ’ ἄνακτα γῆς,
  302. στείχοντα, καινῶν ἄγγελον βουλευμάτων.
  303. Κρέων
  304. σὲ τὴν σκυθρωπὸν καὶ πόσει θυμουμένην,
  305. Μήδειαν, εἶπον τῆσδε γῆς ἔξω περᾶν
  306. φυγάδα, λαβοῦσαν δισσὰ σὺν σαυτῇ τέκνα·
  307. καὶ μή τι μέλλειν· ὡς ἐγὼ βραβεὺς λόγου
  308. τοῦδ’ εἰμί, κοὐκ ἄπειμι πρὸς δόμους πάλιν,
  309. πρὶν ἄν σε γαίας τερμόνων ἔξω βάλω.
  310. Μήδεια
  311. αἰαῖ· πανώλης ἡ τάλαιν’ ἀπόλλυμαι.
  312. ἐχθροὶ γὰρ ἐξιᾶσι πάντα δὴ κάλων,
  313. κοὐκ ἔστιν ἄτης εὐπρόσοιστος ἔκβασις.
  314. ἐρήσομαι δὲ καὶ κακῶς πάσχουσ’ ὅμως·
  315. τίνος μ’ ἕκατι γῆς ἀποστέλλεις, Κρέον;
  316. Κρέων
  317. δέδοικά σ’—οὐδὲν δεῖ παραμπίσχειν λόγους—
  318. μή μοί τι δράσῃς παῖδ’ ἀνήκεστον κακόν.
  319. συμβάλλεται δὲ πολλὰ τοῦδε δείματος·
  320. σοφὴ πέφυκας καὶ κακῶν πολλῶν ἴδρις,
  321. λυπῇ δὲ λέκτρων ἀνδρὸς ἐστερημένη.
  322. κλύω δ’ ἀπειλεῖν σ’, ὡς ἀπαγγέλλουσί μοι,
  323. τὸν δόντα καὶ γήμαντα καὶ γαμουμένην
  324. δράσειν τι. ταῦτ’ οὖν πρὶν παθεῖν φυλάξομαι.
  325. κρεῖσσον δέ μοι νῦν πρός σ’ ἀπεχθέσθαι, γύναι,
  326. ἢ μαλθακισθένθ’ ὕστερον μέγα στένειν.
  327. Μήδεια
  328. φεῦ φεῦ.
  329. οὐ νῦν με πρῶτον, ἀλλὰ πολλάκις, Κρέον,
  330. ἔβλαψε δόξα μεγάλα τ’ εἴργασται κακά.
  331. χρὴ δ’ οὔποθ’ ὅστις ἀρτίφρων πέφυκ’ ἀνὴρ
  332. παῖδας περισσῶς ἐκδιδάσκεσθαι σοφούς·
  333. χωρὶς γὰρ ἄλλης ἧς ἔχουσιν ἀργίας
  334. φθόνον πρὸς ἀστῶν ἀλφάνουσι δυσμενῆ.
  335. σκαιοῖσι μὲν γὰρ καινὰ προσφέρων σοφὰ
  336. δόξεις ἀχρεῖος κοὐ σοφὸς πεφυκέναι·
  337. τῶν δ’ αὖ δοκούντων εἰδέναι τι ποικίλον
  338. κρείσσων νομισθεὶς ἐν πόλει λυπρὸς φανῇ.
  339. ἐγὼ δὲ καὐτὴ τῆσδε κοινωνῶ τύχης.
  340. σοφὴ γὰρ οὖσα, τοῖς μέν εἰμ’ ἐπίφθονος,
  341. τοῖς δ’ ἡσυχαία, τοῖς δὲ θατέρου τρόπου,
  342. τοῖς δ’ αὖ προσάντης· εἰμὶ δ’ οὐκ ἄγαν σοφή.
  343. σὺ δ’ οὖν φοβῇ με· μὴ τί πλημμελὲς πάθῃς;
  344. οὐχ ὧδ’ ἔχει μοι—μὴ τρέσῃς ἡμᾶς, Κρέον—
  345. ὥστ’ ἐς τυράννους ἄνδρας ἐξαμαρτάνειν.
  346. σὺ γὰρ τί μ’ ἠδίκηκας; ἐξέδου κόρην
  347. ὅτῳ σε θυμὸς ἦγεν. ἀλλ’ ἐμὸν πόσιν
  348. μισῶ· σὺ δ’, οἶμαι, σωφρονῶν ἔδρας τάδε.
  349. καὶ νῦν τὸ μὲν σὸν οὐ φθονῶ καλῶς ἔχειν·
  350. νυμφεύετ’, εὖ πράσσοιτε· τήνδε δὲ χθόνα
  351. ἐᾶτέ μ’ οἰκεῖν. καὶ γὰρ ἠδικημένοι
  352. σιγησόμεσθα, κρεισσόνων νικώμενοι.
  353. Κρέων
  354. λέγεις ἀκοῦσαι μαλθάκ’, ἀλλ’ ἔσω φρενῶν
  355. ὀρρωδία μοι μή τι βουλεύσῃς κακόν,
  356. τόσῳ δέ γ’ ἧσσον ἢ πάρος πέποιθά σοι·
  357. γυνὴ γὰρ ὀξύθυμος, ὡς δ’ αὔτως ἀνήρ,
  358. ῥᾴων φυλάσσειν ἢ σιωπηλὸς σοφός.
  359. ἀλλ’ ἔξιθ’ ὡς τάχιστα, μὴ λόγους λέγε·
  360. ὡς ταῦτ’ ἄραρε, κοὐκ ἔχεις τέχνην ὅπως
  361. μενεῖς παρ’ ἡμῖν οὖσα δυσμενὴς ἐμοί.
  362. Μήδεια
  363. μή, πρός σε γονάτων τῆς τε νεογάμου κόρης.
  364. Κρέων
  365. λόγους ἀναλοῖς· οὐ γὰρ ἂν πείσαις ποτέ.
  366. Μήδεια
  367. ἀλλ’ ἐξελᾷς με κοὐδὲν αἰδέσῃ λιτάς;
  368. Κρέων
  369. φιλῶ γὰρ οὐ σὲ μᾶλλον ἢ δόμους ἐμούς.
  370. Μήδεια
  371. ὦ πατρίς, ὥς σου κάρτα νῦν μνείαν ἔχω.
  372. Κρέων
  373. πλὴν γὰρ τέκνων ἔμοιγε φίλτατον πολύ.
  374. Μήδεια
  375. φεῦ φεῦ, βροτοῖς ἔρωτες ὡς κακὸν μέγα.
  376. Κρέων
  377. ὅπως ἄν, οἶμαι, καὶ παραστῶσιν τύχαι.
  378. Μήδεια
  379. Ζεῦ, μὴ λάθοι σε τῶνδ’ ὃς αἴτιος κακῶν.
  380. Κρέων
  381. ἕρπ’, ὦ ματαία, καί μ’ ἀπάλλαξον πόνων.
  382. Μήδεια
  383. πονοῦμεν ἡμεῖς κοὐ πόνων κεχρήμεθα.
  384. Κρέων
  385. τάχ’ ἐξ ὀπαδῶν χειρὸς ὠσθήσῃ βίᾳ.
  386. Μήδεια
  387. μὴ δῆτα τοῦτό γ’, ἀλλά σ’ αἰτοῦμαι, Κρέον . . .
  388. Κρέων
  389. ὄχλον παρέξεις, ὡς ἔοικας, ὦ γύναι.
  390. Μήδεια
  391. φευξούμεθ’· οὐ τοῦθ’ ἱκέτευσα σοῦ τυχεῖν.
  392. Κρέων
  393. τί δαὶ βιάζῃ κοὐκ ἀπαλλάσσῃ χερός;
  394. Μήδεια
  395. μίαν με μεῖναι τήνδ’ ἔασον ἡμέραν
  396. καὶ ξυμπερᾶναι φροντίδ’ ᾗ φευξούμεθα,
  397. παισίν τ’ ἀφορμὴν τοῖς ἐμοῖς, ἐπεὶ πατὴρ
  398. οὐδὲν προτιμᾷ μηχανήσασθαι τέκνοις.
  399. οἴκτιρε δ’ αὐτούς· καὶ σύ τοι παίδων πατὴρ
  400. πέφυκας· εἰκὸς δ’ ἐστὶν εὔνοιάν σ’ ἔχειν.
  401. τοὐμοῦ γὰρ οὔ μοι φροντίς, εἰ φευξούμεθα,
  402. κείνους δὲ κλαίω συμφορᾷ κεχρημένους.
  403. Κρέων
  404. ἥκιστα τοὐμὸν λῆμ’ ἔφυ τυραννικόν,
  405. αἰδούμενος δὲ πολλὰ δὴ διέφθορα·
  406. καὶ νῦν ὁρῶ μὲν ἐξαμαρτάνων, γύναι,
  407. ὅμως δὲ τεύξῃ τοῦδε· προυννέπω δέ σοι,
  408. εἴ σ’ ἡ ’πιοῦσα λαμπὰς ὄψεται θεοῦ
  409. καὶ παῖδας ἐντὸς τῆσδε τερμόνων χθονός,
  410. θανῇ· λέλεκται μῦθος ἀψευδὴς ὅδε.
  411. νῦν δ’, εἰ μένειν δεῖ, μίμν’ ἐφ’ ἡμέραν μίαν·
  412. οὐ γάρ τι δράσεις δεινὸν ὧν φόβος μ’ ἔχει.
  413. Χορός
  414. δύστανε γύναι,
  415. φεῦ φεῦ, μελέα τῶν σῶν ἀχέων.
  416. ποῖ ποτε τρέψῃ; τίνα πρὸς ξενίαν;
  417. ἦ δόμον ἢ χθόνα σωτῆρα κακῶν
  418. ἐξευρήσεις;
  419. ὡς εἰς ἄπορόν σε κλύδωνα θεός,
  420. Μήδεια, κακῶν ἐπόρευσε.
  421. Μήδεια
  422. κακῶς πέπρακται πανταχῇ· τίς ἀντερεῖ;
  423. ἀλλ’ οὔτι ταύτῃ ταῦτα, μὴ δοκεῖτέ πω.
  424. ἔτ’ εἴσ’ ἀγῶνες τοῖς νεωστὶ νυμφίοις
  425. καὶ τοῖσι κηδεύσασιν οὐ σμικροὶ πόνοι.
  426. δοκεῖς γὰρ ἄν με τόνδε θωπεῦσαί ποτε,
  427. εἰ μή τι κερδαίνουσαν ἢ τεχνωμένην;
  428. οὐδ’ ἂν προσεῖπον οὐδ’ ἂν ἡψάμην χεροῖν.
  429. ὃ δ’ ἐς τοσοῦτον μωρίας ἀφίκετο,
  430. ὥστ’ ἐξὸν αὐτῷ τἄμ’ ἑλεῖν βουλεύματα
  431. γῆς ἐκβαλόντι, τήνδ’ ἀφῆκεν ἡμέραν
  432. μεῖναί μ’, ἐν ᾗ τρεῖς τῶν ἐμῶν ἐχθρῶν νεκροὺς
  433. θήσω, πατέρα τε καὶ κόρην πόσιν τ’ ἐμόν.
  434. πολλὰς δ’ ἔχουσα θανασίμους αὐτοῖς ὁδούς,
  435. οὐκ οἶδ’ ὁποίᾳ πρῶτον ἐγχειρῶ, φίλαι·
  436. πότερον ὑφάψω δῶμα νυμφικὸν πυρί,
  437. ἢ θηκτὸν ὤσω φάσγανον δι’ ἥπάτος,
  438. σιγῇ δόμους ἐσβᾶσ’, ἵν’ ἔστρωται λέχος.
  439. ἀλλ’ ἕν τί μοι πρόσαντες· εἰ ληφθήσομαι
  440. δόμους ὑπεσβαίνουσα καὶ τεχνωμένη,
  441. θανοῦσα θήσω τοῖς ἐμοῖς ἐχθροῖς γέλων.
  442. κράτιστα τὴν εὐθεῖαν, ᾗ πεφύκαμεν
  443. σοφαὶ μάλιστα, φαρμάκοις αὐτοὺς ἑλεῖν.
  444. εἶἑν·
  445. καὶ δὴ τεθνᾶσι· τίς με δέξεται πόλις;
  446. τίς γῆν ἄσυλον καὶ δόμους ἐχεγγύους
  447. ξένος παρασχὼν ῥύσεται τοὐμὸν δέμας;
  448. οὐκ ἔστι. μείνασ’ οὖν ἔτι σμικρὸν χρόνον,
  449. ἢν μέν τις ἡμῖν πύργος ἀσφαλὴς φανῇ,
  450. δόλῳ μέτειμι τόνδε καὶ σιγῇ φόνον·
  451. ἢν δ’ ἐξελαύνῃ ξυμφορά μ’ ἀμήχανος,
  452. αὐτὴ ξίφος λαβοῦσα, κεἰ μέλλω θανεῖν,
  453. κτενῶ σφε, τόλμης δ’ εἶμι πρὸς τὸ καρτερόν.
  454. οὐ γὰρ μὰ τὴν δέσποιναν ἣν ἐγὼ σέβω
  455. μάλιστα πάντων καὶ ξυνεργὸν εἱλόμην,
  456. Ἑκάτην, μυχοῖς ναίουσαν ἑστίας ἐμῆς,
  457. χαίρων τις αὐτῶν τοὐμὸν ἀλγυνεῖ κέαρ.
  458. πικροὺς δ’ ἐγώ σφιν καὶ λυγροὺς θήσω γάμους,
  459. πικρὸν δὲ κῆδος καὶ φυγὰς ἐμὰς χθονός.
  460. ἀλλ’ εἶα· φείδου μηδὲν ὧν ἐπίστασαι,
  461. Μήδεια, βουλεύουσα καὶ τεχνωμένη·
  462. ἕρπ’ ἐς τὸ δεινόν· νῦν ἀγὼν εὐψυχίας.
  463. ὁρᾷς ἃ πάσχεις· οὐ γέλωτα δεῖ σ’ ὀφλεῖν
  464. τοῖς Σισυφείοις τοῖς τ’ Ἰάσονος γάμοις,
  465. γεγῶσαν ἐσθλοῦ πατρὸς Ἡλίου τ’ ἄπο.
  466. ἐπίστασαι δέ· πρὸς δὲ καὶ πεφύκαμεν
  467. γυναῖκες, ἐς μὲν ἔσθλ’ ἀμηχανώταται,
  468. κακῶν δὲ πάντων τέκτονες σοφώταται.
  469. Χορός
  470. ἄνω ποταμῶν ἱερῶν χωροῦσι παγαί,
  471. καὶ δίκα καὶ πάντα πάλιν στρέφεται.
  472. ἀνδράσι μὲν δόλιαι βουλαί, θεῶν δ’
  473. οὐκέτι πίστις ἄραρε·
  474. τὰν δ’ ἐμὰν εὔκλειαν ἔχειν βιοτὰν στρέψουσι φᾶμαι·
  475. ἔρχεται τιμὰ γυναικείῳ γένει·
  476. οὐκέτι δυσκέλαδος φάμα γυναῖκας ἕξει.
  477. Χορός
  478. μοῦσαι δὲ παλαιγενέων λήξουσ’ ἀοιδῶν
  479. τὰν ἐμὰν ὑμνεῦσαι ἀπιστοσύναν.
  480. οὐ γὰρ ἐν ἁμετέρᾳ γνώμᾳ λύρας
  481. ὤπασε θέσπιν ἀοιδὰν
  482. Φοῖβος, ἀγήτωρ μελέων· ἐπεὶ ἀντάχησ’ ἂν ὕμνον
  483. ἀρσένων γέννᾳ. μακρὸς δ’ αἰὼν ἔχει
  484. πολλὰ μὲν ἁμετέραν ἀνδρῶν τε μοῖραν εἰπεῖν.
  485. Χορός
  486. σὺ δ’ ἐκ μὲν οἴκων πατρίων ἔπλευσας
  487. μαινομένᾳ κραδίᾳ, διδύμους ὁρίσασα πόντου
  488. πέτρας· ἐπὶ δὲ ξένᾳ
  489. ναίεις χθονί, τᾶς ἀνάνδρου
  490. κοίτας ὀλέσασα λέκτρον,
  491. τάλαινα, φυγὰς δὲ χώρας
  492. ἄτιμος ἐλαύνῃ.
  493. Χορός
  494. βέβακε δ’ ὅρκων χάρις, οὐδ’ ἔτ’ αἰδὼς
  495. Ἑλλάδι τᾷ μεγάλᾳ μένει, αἰθερία δ’ ἀνέπτα.
  496. σοὶ δ’ οὔτε πατρὸς δόμοι,
  497. δύστανε, μεθορμίσασθαι
  498. μόχθων πάρα, τῶν τε λέκτρων
  499. ἄλλα βασίλεια κρείσσων
  500. δόμοισιν ἐπέστα.
  501. Ἰάσων
  502. οὐ νῦν κατεῖδον πρῶτον ἀλλὰ πολλάκις
  503. τραχεῖαν ὀργὴν ὡς ἀμήχανον κακόν.
  504. σοὶ γὰρ παρὸν γῆν τήνδε καὶ δόμους ἔχειν
  505. κούφως φερούσῃ κρεισσόνων βουλεύματα,
  506. λόγων ματαίων οὕνεκ’ ἐκπεσῇ χθονός.
  507. κἀμοὶ μὲν οὐδὲν πρᾶγμα· μὴ παύσῃ ποτὲ
  508. λέγουσ’ Ἰάσον’ ὡς κάκιστός ἐστ’ ἀνήρ·
  509. ἃ δ’ ἐς τυράννους ἐστί σοι λελεγμένα,
  510. πᾶν κέρδος ἡγοῦ ζημιουμένη φυγῇ.
  511. κἀγὼ μὲν αἰεὶ βασιλέων θυμουμένων
  512. ὀργὰς ἀφῄρουν καί σ’ ἐβουλόμην μένειν·
  513. σὺ δ’ οὐκ ἀνίεις μωρίας, λέγουσ’ ἀεὶ
  514. κακῶς τυράννους· τοιγὰρ ἐκπεσῇ χθονός.
  515. ὅμως δὲ κἀκ τῶνδ’ οὐκ ἀπειρηκὼς φίλοις
  516. ἥκω, τὸ σὸν δὲ προσκοπούμενος, γύναι,
  517. ὡς μήτ’ ἀχρήμων σὺν τέκνοισιν ἐκπέσῃς
  518. μήτ’ ἐνδεής του· πόλλ’ ἐφέλκεται φυγὴ
  519. κακὰ ξὺν αὑτῇ. καὶ γὰρ εἰ σύ με στυγεῖς,
  520. οὐκ ἂν δυναίμην σοὶ κακῶς φρονεῖν ποτε.
  521. Μήδεια
  522. ὦ παγκάκιστε, τοῦτο γάρ σ’ εἰπεῖν ἔχω,
  523. γλώσσῃ μέγιστον εἰς ἀνανδρίαν κακόν·
  524. ἦλθες πρὸς ἡμᾶς, ἦλθες ἔχθιστος γεγώς;
  525. θεοῖς τε κἀμοὶ παντί τ’ ἀνθρώπων γένει;
  526. οὔτοι θράσος τόδ’ ἐστὶν οὐδ’ εὐτολμία,
  527. φίλους κακῶς δράσαντ’ ἐναντίον βλέπειν,
  528. ἀλλ’ ἡ μεγίστη τῶν ἐν ἀνθρώποις νόσων
  529. πασῶν, ἀναίδει’· εὖ δ’ ἐποίησας μολών·
  530. ἐγώ τε γὰρ λέξασα κουφισθήσομαι
  531. ψυχὴν κακῶς σε καὶ σὺ λυπήσῃ κλύων.
  532. ἐκ τῶν δὲ πρώτων πρῶτον ἄρξομαι λέγειν.
  533. ἔσῳσά σ’, ὡς ἴσασιν Ἑλλήνων ὅσοι
  534. ταὐτὸν συνεισέβησαν Ἀργῷον σκάφος,
  535. πεμφθέντα ταύρων πυρπνόων ἐπιστάτην
  536. ζεύγλῃσι καὶ σπεροῦντα θανάσιμον γύην·
  537. δράκοντά θ’, ὃς πάγχρυσον ἀμπέχων δέρας
  538. σπείραις ἔσῳζε πολυπλόκοις ἄυπνος ὤν,
  539. κτείνασ’ ἀνέσχον σοὶ φάος σωτήριον.
  540. αὐτὴ δὲ πατέρα καὶ δόμους προδοῦσ’ ἐμοὺς
  541. τὴν Πηλιῶτιν εἰς Ἰωλκὸν ἱκόμην
  542. σὺν σοί, πρόθυμος μᾶλλον ἢ σοφωτέρα·
  543. Πελίαν τ’ ἀπέκτειν’, ὥσπερ ἄλγιστον θανεῖν,
  544. παίδων ὑπ’ αὐτοῦ, πάντα τ’ ἐξεῖλον δόμον.
  545. καὶ ταῦθ’ ὑφ’ ἡμῶν, ὦ κάκιστ’ ἀνδρῶν, παθὼν
  546. προύδωκας ἡμᾶς, καινὰ δ’ ἐκτήσω λέχη—
  547. παίδων γεγώτων· εἰ γὰρ ἦσθ’ ἄπαις ἔτι,
  548. συγγνώστ’ ἂν ἦν σοι τοῦδ’ ἐρασθῆναι λέχους.
  549. ὅρκων δὲ φρούδη πίστις, οὐδ’ ἔχω μαθεῖν
  550. ἦ θεοὺς νομίζεις τοὺς τότ’ οὐκ ἄρχειν ἔτι,
  551. ἢ καινὰ κεῖσθαι θέσμι’ ἀνθρώποις τὰ νῦν,
  552. ἐπεὶ σύνοισθά γ’ εἰς ἔμ’ οὐκ εὔορκος ὤν.
  553. φεῦ δεξιὰ χείρ, ἧς σὺ πόλλ’ ἐλαμβάνου,
  554. καὶ τῶνδε γονάτων, ὡς μάτην κεχρῴσμεθα
  555. κακοῦ πρὸς ἀνδρός, ἐλπίδων δ’ ἡμάρτομεν.
  556. ἄγ’· ὡς φίλῳ γὰρ ὄντι σοι κοινώσομαι
  557. —δοκοῦσα μὲν τί πρός γε σοῦ πράξειν καλῶς;
  558. ὅμως δ’· ἐρωτηθεὶς γὰρ αἰσχίων φανῇ—
  559. νῦν ποῖ τράπωμαι; πότερα πρὸς πατρὸς δόμους,
  560. οὓς σοὶ προδοῦσα καὶ πάτραν ἀφικόμην;
  561. ἢ πρὸς ταλαίνας Πελιάδας; καλῶς γ’ ἂν οὖν
  562. δέξαιντό μ’ οἴκοις ὧν πατέρα κατέκτανον.
  563. ἔχει γὰρ οὕτω· τοῖς μὲν οἴκοθεν φίλοις
  564. ἐχθρὰ καθέστηχ’, οὓς δέ μ’ οὐκ ἐχρῆν κακῶς
  565. δρᾶν, σοὶ χάριν φέρουσα πολεμίους ἔχω.
  566. τοιγάρ με πολλαῖς μακαρίαν Ἑλληνίδων
  567. ἔθηκας ἀντὶ τῶνδε· θαυμαστὸν δέ σε
  568. ἔχω πόσιν καὶ πιστὸν ἡ τάλαιν’ ἐγώ,
  569. εἰ φεύξομαί γε γαῖαν ἐκβεβλημένη,
  570. φίλων ἔρημος, σὺν τέκνοις μόνη μόνοις—
  571. καλόν γ’ ὄνειδος τῷ νεωστὶ νυμφίῳ,
  572. πτωχοὺς ἀλᾶσθαι παῖδας ἥ τ’ ἔσῳσά σε.
  573. ὦ Ζεῦ, τί δὴ χρυσοῦ μὲν ὃς κίβδηλος ᾖ
  574. τεκμήρι’ ἀνθρώποισιν ὤπασας σαφῆ,
  575. ἀνδρῶν δ’ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι,
  576. οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι;
  577. Χορός
  578. δεινή τις ὀργὴ καὶ δυσίατος πέλει,
  579. ὅταν φίλοι φίλοισι συμβάλωσ’ ἔριν.
  580. Ἰάσων
  581. δεῖ μ’, ὡς ἔοικε, μὴ κακὸν φῦναι λέγειν,
  582. ἀλλ’ ὥστε ναὸς κεδνὸν οἰακοστρόφον
  583. ἄκροισι λαίφους κρασπέδοις ὑπεκδραμεῖν
  584. τὴν σὴν στόμαργον, ὦ γύναι, γλωσσαλγίαν.
  585. ἐγὼ δ’, ἐπειδὴ καὶ λίαν πυργοῖς χάριν,
  586. Κύπριν νομίζω τῆς ἐμῆς ναυκληρίας
  587. σώτειραν εἶναι θεῶν τε κἀνθρώπων μόνην.
  588. σοὶ δ’ ἔστι μὲν νοῦς λεπτός—ἀλλ’ ἐπίφθονος
  589. λόγος διελθεῖν, ὡς Ἔρως σ’ ἠνάγκασε
  590. τόξοις ἀφύκτοις τοὐμὸν ἐκσῷσαι δέμας.
  591. ἀλλ’ οὐκ ἀκριβῶς αὐτὸ θήσομαι λίαν·
  592. ὅπῃ γὰρ οὖν ὤνησας, οὐ κακῶς ἔχει.
  593. μείζω γε μέντοι τῆς ἐμῆς σωτηρίας
  594. εἴληφας ἢ δέδωκας, ὡς ἐγὼ φράσω.
  595. πρῶτον μὲν Ἑλλάδ’ ἀντὶ βαρβάρου χθονὸς
  596. γαῖαν κατοικεῖς καὶ δίκην ἐπίστασαι
  597. νόμοις τε χρῆσθαι μὴ πρὸς ἰσχύος χάριν·
  598. πάντες δέ σ’ ᾔσθοντ’ οὖσαν Ἕλληνες σοφὴν
  599. καὶ δόξαν ἔσχες· εἰ δὲ γῆς ἐπ’ ἐσχάτοις
  600. ὅροισιν ᾤκεις, οὐκ ἂν ἦν λόγος σέθεν.
  601. εἴη δ’ ἔμοιγε μήτε χρυσὸς ἐν δόμοις
  602. μήτ’ Ὀρφέως κάλλιον ὑμνῆσαι μέλος,
  603. εἰ μὴ ’πίσημος ἡ τύχη γένοιτό μοι.
  604. τοσαῦτα μέν σοι τῶν ἐμῶν πόνων πέρι
  605. ἔλεξ’· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων.
  606. ἃ δ’ ἐς γάμους μοι βασιλικοὺς ὠνείδισας,
  607. ἐν τῷδε δείξω πρῶτα μὲν σοφὸς γεγώς,
  608. ἔπειτα σώφρων, εἶτα σοὶ μέγας φίλος
  609. καὶ παισὶ τοῖς ἐμοῖσιν—ἀλλ’ ἔχ’ ἥσυχος.
  610. ἐπεὶ μετέστην δεῦρ’ Ἰωλκίας χθονὸς
  611. πολλὰς ἐφέλκων συμφορὰς ἀμηχάνους,
  612. τί τοῦδ’ ἂν εὕρημ’ ηὗρον εὐτυχέστερον
  613. ἢ παῖδα γῆμαι βασιλέως φυγὰς γεγώς;
  614. οὐχ, ᾗ σὺ κνίζῃ, σὸν μὲν ἐχθαίρων λέχος,
  615. καινῆς δὲ νύμφης ἱμέρῳ πεπληγμένος,
  616. οὐδ’ εἰς ἅμιλλαν πολύτεκνον σπουδὴν ἔχων·
  617. ἅλις γὰρ οἱ γεγῶτες οὐδὲ μέμφομαι·
  618. ἀλλ’ ὡς, τὸ μὲν μέγιστον, οἰκοῖμεν καλῶς
  619. καὶ μὴ σπανιζοίμεσθα, γιγνώσκων ὅτι
  620. πένητα φεύγει πᾶς τις ἐκποδὼν φίλος,
  621. παῖδας δὲ θρέψαιμ’ ἀξίως δόμων ἐμῶν
  622. σπείρας τ’ ἀδελφοὺς τοῖσιν ἐκ σέθεν τέκνοις
  623. ἐς ταὐτὸ θείην, καὶ ξυναρτήσας γένος
  624. εὐδαιμονοῖμεν. σοί τε γὰρ παίδων τί δεῖ;
  625. ἐμοί τε λύει τοῖσι μέλλουσιν τέκνοις
  626. τὰ ζῶντ’ ὀνῆσαι. μῶν βεβούλευμαι κακῶς;
  627. οὐδ’ ἂν σὺ φαίης, εἴ σε μὴ κνίζοι λέχος.
  628. ἀλλ’ ἐς τοσοῦτον ἥκεθ’ ὥστ’ ὀρθουμένης
  629. εὐνῆς γυναῖκες πάντ’ ἔχειν νομίζετε,
  630. ἢν δ’ αὖ γένηται ξυμφορά τις ἐς λέχος,
  631. τὰ λῷστα καὶ κάλλιστα πολεμιώτατα
  632. τίθεσθε. χρῆν γὰρ ἄλλοθέν ποθεν βροτοὺς
  633. παῖδας τεκνοῦσθαι, θῆλυ δ’ οὐκ εἶναι γένος·
  634. χοὕτως ἂν οὐκ ἦν οὐδὲν ἀνθρώποις κακόν.
  635. Χορός
  636. Ἰᾶσον, εὖ μὲν τούσδ’ ἐκόσμησας λόγους·
  637. ὅμως δ’ ἔμοιγε, κεἰ παρὰ γνώμην ἐρῶ,
  638. δοκεῖς προδοὺς σὴν ἄλοχον οὐ δίκαια δρᾶν.
  639. Μήδεια
  640. ἦ πολλὰ πολλοῖς εἰμι διάφορος βροτῶν.
  641. ἐμοὶ γὰρ ὅστις ἄδικος ὢν σοφὸς λέγειν
  642. πέφυκε, πλείστην ζημίαν ὀφλισκάνει·
  643. γλώσσῃ γὰρ αὐχῶν τἄδικ’ εὖ περιστελεῖν,
  644. τολμᾷ πανουργεῖν· ἔστι δ’ οὐκ ἄγαν σοφός.
  645. ὡς καὶ σὺ μή νυν εἰς ἔμ’ εὐσχήμων γένῃ
  646. λέγειν τε δεινός. ἓν γὰρ ἐκτενεῖ σ’ ἔπος·
  647. χρῆν σ’, εἴπερ ἦσθα μὴ κακός, πείσαντά με
  648. γαμεῖν γάμον τόνδ’, ἀλλὰ μὴ σιγῇ φίλων.
  649. Ἰάσων
  650. καλῶς γ’ ἄν, οἶμαι, τῷδ’ ὑπηρέτεις λόγῳ,
  651. εἴ σοι γάμον κατεῖπον, ἥτις οὐδὲ νῦν
  652. τολμᾷς μεθεῖναι καρδίας μέγαν χόλον.
  653. Μήδεια
  654. οὐ τοῦτό σ’ εἶχεν, ἀλλὰ βάρβαρον λέχος
  655. πρὸς γῆρας οὐκ εὔδοξον ἐξέβαινέ σοι.
  656. Ἰάσων
  657. εὖ νῦν τόδ’ ἴσθι, μὴ γυναικὸς οὕνεκα
  658. γῆμαί με λέκτρα βασιλέων ἃ νῦν ἔχω,
  659. ἀλλ’, ὥσπερ εἶπον καὶ πάρος, σῷσαι θέλων
  660. σέ, καὶ τέκνοισι τοῖς ἐμοῖς ὁμοσπόρους
  661. φῦσαι τυράννους παῖδας, ἔρυμα δώμασι.
  662. Μήδεια
  663. μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίος
  664. μηδ’ ὄλβος ὅστις τὴν ἐμὴν κνίζοι φρένα.
  665. Ἰάσων
  666. οἶσθ’ ὡς μέτευξαι, καὶ σοφωτέρα φανῇ;
  667. τὰ χρηστὰ μή σοι λυπρὰ φαίνεσθαι ποτέ,
  668. μηδ’ εὐτυχοῦσα δυστυχὴς εἶναι δοκεῖν.
  669. Μήδεια
  670. ὕβριζ’, ἐπειδὴ σοὶ μὲν ἔστ’ ἀποστροφή,
  671. ἐγὼ δ’ ἔρημος τήνδε φευξοῦμαι χθόνα.
  672. Ἰάσων
  673. αὐτὴ τάδ’ εἵλου· μηδέν’ ἄλλον αἰτιῶ.
  674. Μήδεια
  675. τί δρῶσα; μῶν γαμοῦσα καὶ προδοῦσά σε;
  676. Ἰάσων
  677. ἀρὰς τυράννοις ἀνοσίους ἀρωμένη.
  678. Μήδεια
  679. καὶ σοῖς ἀραία γ’ οὖσα τυγχάνω δόμοις.
  680. Ἰάσων
  681. ὡς οὐ κρινοῦμαι τῶνδέ σοι τὰ πλείονα.
  682. ἀλλ’, εἴ τι βούλῃ παισὶν ἢ σαυτῆς φυγῇ
  683. προσωφέλημα χρημάτων ἐμῶν λαβεῖν,
  684. λέγ’· ὡς ἕτοιμος ἀφθόνῳ δοῦναι χερὶ
  685. ξένοις τε πέμπειν σύμβολ’, οἳ δράσουσί σ’ εὖ.
  686. καὶ ταῦτα μὴ θέλουσα μωρανεῖς, γύναι·
  687. λήξασα δ’ ὀργῆς κερδανεῖς ἀμείνονα.
  688. Μήδεια
  689. οὔτ’ ἂν ξένοισι τοῖσι σοῖς χρησαίμεθ’ ἄν,
  690. οὔτ’ ἄν τι δεξαίμεσθα, μηδ’ ἡμῖν δίδου·
  691. κακοῦ γὰρ ἀνδρὸς δῶρ’ ὄνησιν οὐκ ἔχει.
  692. Ἰάσων
  693. ἀλλ’ οὖν ἐγὼ μὲν δαίμονας μαρτύρομαι,
  694. ὡς πάνθ’ ὑπουργεῖν σοί τε καὶ τέκνοις θέλω· 
  695. σοὶ δ’ οὐκ ἀρέσκει τἀγάθ’, ἀλλ’ αὐθαδίᾳ
  696. φίλους ἀπωθῇ· τοιγὰρ ἀλγυνῇ πλέον.
  697. Μήδεια
  698. χώρει· πόθῳ γὰρ τῆς νεοδμήτου κόρης
  699. αἱρῇ χρονίζων δωμάτων ἐξώπιος.
  700. νύμφευ’· ἴσως γάρ—σὺν θεῷ δ’ εἰρήσεται—
  701. γαμεῖς τοιοῦτον ὥστε σ’ ἀρνεῖσθαι γάμον.
  702. Χορός
  703. ἔρωτες ὑπὲρ μὲν ἄγαν
  704. ἐλθόντες οὐκ εὐδοξίαν
  705. οὐδ’ ἀρετὰν παρέδωκαν
  706. ἀνδράσιν· εἰ δ’ ἅλις ἔλθοι
  707. Κύπρις, οὐκ ἄλλα θεὸς εὔχαρις οὕτως.
  708. μήποτ’, ὦ δέσποιν’, ἐπ’ ἐμοὶ χρυσέων τόξων ἐφείης
  709. ἱμέρῳ χρίσασ’ ἄφυκτον οἰστόν.
  710. Χορός
  711. στέργοι δέ με σωφροσύνα,
  712. δώρημα κάλλιστον θεῶν·
  713. μηδέ ποτ’ ἀμφιλόγους ὀργὰς
  714. ἀκόρεστά τε νείκη
  715. θυμὸν ἐκπλήξασ’ ἑτέροις ἐπὶ λέκτροις
  716. προσβάλοι δεινὰ Κύπρις, ἀπτολέμους δ’ εὐνὰς σεβίζουσ’
  717. ὀξύφρων κρίνοι λέχη γυναικῶν.
  718. Χορός
  719. ὦ πατρίς, ὦ δώματα, μὴ
  720. δῆτ’ ἄπολις γενοίμαν
  721. τὸν ἀμηχανίας ἔχουσα
  722. δυσπέρατον αἰῶν’,
  723. οἰκτροτάτων ἀχέων.
  724. θανάτῳ θανάτῳ πάρος δαμείην
  725. ἁμέραν τάνδ’ ἐξανύσασα· μό-
  726. χθων δ’ οὐκ ἄλλος ὕπερθεν ἢ
  727. γᾶς πατρίας στέρεσθαι.
  728. Χορός
  729. εἴδομεν, οὐκ ἐξ ἑτέρων
  730. μῦθον ἔχω φράσασθαι·
  731. σὲ γὰρ οὐ πόλις, οὐ φίλων τις
  732. ᾤκτισεν παθοῦσαν
  733. δεινότατον παθέων.
  734. ἀχάριστος ὄλοιθ’, ὅτῳ πάρεστιν
  735. μὴ φίλους τιμᾶν καθαρᾶν ἀνοί-
  736. ξαντα κλῇδα φρενῶν· ἐμοὶ
  737. μὲν φίλος οὔποτ’ ἔσται.
  738. Αἰγεύς
  739. Μήδεια, χαῖρε· τοῦδε γὰρ προοίμιον
  740. κάλλιον οὐδεὶς οἶδε προσφωνεῖν φίλους.
  741. Μήδεια
  742. ὦ χαῖρε καὶ σύ, παῖ σοφοῦ Πανδίονος,
  743. Αἰγεῦ. πόθεν γῆς τῆσδ’ ἐπιστρωφᾷ πέδον;
  744. Αἰγεύς
  745. Φοίβου παλαιὸν ἐκλιπὼν χρηστήριον.
  746. Μήδεια
  747. τί δ’ ὀμφαλὸν γῆς θεσπιῳδὸν ἐστάλης;
  748. Αἰγεύς
  749. παίδων ἐρευνῶν σπέρμ’ ὅπως γένοιτό μοι.
  750. Μήδεια
  751. πρὸς θεῶν—ἄπαις γὰρ δεῦρ’ ἀεὶ τείνεις βίον;
  752. Αἰγεύς
  753. ἄπαιδές ἐσμεν δαίμονός τινος τύχῃ.
  754. Μήδεια
  755. δάμαρτος οὔσης, ἢ λέχους ἄπειρος ὤν;
  756. Αἰγεύς
  757. οὐκ ἐσμὲν εὐνῆς ἄζυγες γαμηλίου.
  758. Μήδεια
  759. τί δῆτα Φοῖβος εἶπέ σοι παίδων πέρι;
  760. Αἰγεύς
  761. σοφώτερ’ ἢ κατ’ ἄνδρα συμβαλεῖν ἔπη.
  762. Μήδεια
  763. θέμις μὲν ἡμᾶς χρησμὸν εἰδέναι θεοῦ;
  764. Αἰγεύς
  765. μάλιστ’, ἐπεί τοι καὶ σοφῆς δεῖται φρενός.
  766. Μήδεια
  767. τί δῆτ’ ἔχρησε; λέξον, εἰ θέμις κλύειν.
  768. Αἰγεύς
  769. ἀσκοῦ με τὸν προύχοντα μὴ λῦσαι πόδα—
  770. Μήδεια
  771. πρὶν ἂν τί δράσῃς ἢ τίν’ ἐξίκῃ χθόνα;
  772. Αἰγεύς
  773. πρὶν ἂν πατρῴαν αὖθις ἑστίαν μόλω.
  774. Μήδεια
  775. σὺ δ’ ὡς τί χρῄζων τήνδε ναυστολεῖς χθόνα;
  776. Αἰγεύς
  777. Πιτθεύς τις ἔστι, γῆς ἄναξ Tροζηνίας. . . . 
  778. Μήδεια
  779. παῖς, ὡς λέγουσι, Πέλοπος, εὐσεβέστατος.
  780. Αἰγεύς
  781. τούτῳ θεοῦ μάντευμα κοινῶσαι θέλω.
  782. Μήδεια
  783. σοφὸς γὰρ ἁνὴρ καὶ τρίβων τὰ τοιάδε.
  784. Αἰγεύς
  785. κἀμοί γε πάντων φίλτατος δορυξένων.
  786. Μήδεια
  787. ἀλλ’ εὐτυχοίης καὶ τύχοις ὅσων ἐρᾷς.
  788. Αἰγεύς
  789. τί γὰρ σὸν ὄμμα χρώς τε συντέτηχ’ ὅδε;
  790. Μήδεια
  791. Αἰγεῦ, κάκιστός ἐστί μοι πάντων πόσις.
  792. Αἰγεύς
  793. τί φῄς; σαφῶς μοι σὰς φράσον δυσθυμίας.
  794. Μήδεια
  795. ἀδικεῖ μ’ Ἰάσων οὐδὲν ἐξ ἐμοῦ παθών.
  796. Αἰγεύς
  797. τί χρῆμα δράσας; φράζε μοι σαφέστερον.
  798. Μήδεια
  799. γυναῖκ’ ἐφ’ ἡμῖν δεσπότιν δόμων ἔχει.
  800. Αἰγεύς
  801. οὔ που τετόλμηκ’ ἔργον αἴσχιστον τόδε;
  802. Μήδεια
  803. σάφ’ ἴσθ’· ἄτιμοι δ’ ἐσμὲν οἱ πρὸ τοῦ φίλοι.
  804. Αἰγεύς
  805. πότερον ἐρασθεὶς ἢ σὸν ἐχθαίρων λέχος;
  806. Μήδεια
  807. μέγαν γ’ ἔρωτα πιστὸς οὐκ ἔφυ φίλοις.
  808. Αἰγεύς
  809. ἴτω νυν, εἴπερ, ὡς λέγεις, ἐστὶν κακός.
  810. Μήδεια
  811. ἀνδρῶν τυράννων κῆδος ἠράσθη λαβεῖν.
  812. Αἰγεύς
  813. δίδωσι δ’ αὐτῷ τίς; πέραινέ μοι λόγον.
  814. Μήδεια
  815. Κρέων, ὃς ἄρχει τῆσδε γῆς Κορινθίας.
  816. Αἰγεύς
  817. συγγνωστὰ μέν τἄρ’ ἦν σε λυπεῖσθαι, γύναι.
  818. Μήδεια
  819. ὄλωλα· καὶ πρός γ’ ἐξελαύνομαι χθονός.
  820. Αἰγεύς
  821. πρὸς τοῦ; τόδ’ ἄλλο καινὸν αὖ λέγεις κακόν.
  822. Μήδεια
  823. Κρέων μ’ ἐλαύνει φυγάδα γῆς Κορινθίας.
  824. Αἰγεύς
  825. ἐᾷ δ’ Ἰάσων; οὐδὲ ταῦτ’ ἐπῄνεσα.
  826. Μήδεια
  827. λόγῳ μὲν οὐχί, καρτερεῖν δὲ βούλεται.
  828. ἀλλ’ ἄντομαί σε τῆσδε πρὸς γενειάδος
  829. γονάτων τε τῶν σῶν ἱκεσία τε γίγνομαι,
  830. οἴκτιρον οἴκτιρόν με τὴν δυσδαίμονα
  831. καὶ μή μ’ ἔρημον ἐκπεσοῦσαν εἰσίδῃς,
  832. δέξαι δὲ χώρᾳ καὶ δόμοις ἐφέστιον.
  833. οὕτως ἔρως σοὶ πρὸς θεῶν τελεσφόρος
  834. γένοιτο παίδων, καὐτὸς ὄλβιος θάνοις.
  835. εὕρημα δ’ οὐκ οἶσθ’ οἷον ηὕρηκας τόδε·
  836. παύσω δέ σ’ ὄντ’ ἄπαιδα καὶ παίδων γονὰς
  837. σπεῖραί σε θήσω· τοιάδ’ οἶδα φάρμακα.
  838. Αἰγεύς
  839. πολλῶν ἕκατι τήνδε σοι δοῦναι χάριν,
  840. γύναι, πρόθυμός εἰμι, πρῶτα μὲν θεῶν,
  841. ἔπειτα παίδων ὧν ἐπαγγέλλῃ γονάς·
  842. ἐς τοῦτο γὰρ δὴ φροῦδός εἰμι πᾶς ἐγώ.
  843. οὕτω δ’ ἔχει μοι· σοῦ μὲν ἐλθούσης χθόνα,
  844. πειράσομαί σου προξενεῖν δίκαιος ὤν.
  845. τόσον γε μέντοι σοι προσημαίνω, γύναι·
  846. ἐκ τῆσδε μὲν γῆς οὔ σ’ ἄγειν βουλήσομαι,
  847. αὐτὴ δ’ ἐάνπερ εἰς ἐμοὺς ἔλθῃς δόμους,
  848. μενεῖς ἄσυλος κοὔ σε μὴ μεθῶ τινι.
  849. ἐκ τῆσδε δ’ αὐτὴ γῆς ἀπαλλάσσου πόδα·
  850. ἀναίτιος γὰρ καὶ ξένοις εἶναι θέλω.
  851. Μήδεια
  852. ἔσται τάδ’· ἀλλὰ πίστις εἰ γένοιτό μοι
  853. τούτων, ἔχοιμ’ ἂν πάντα πρὸς σέθεν καλῶς.
  854. Αἰγεύς
  855. μῶν οὐ πέποιθας; ἢ τί σοι τὸ δυσχερές;
  856. Μήδεια
  857. πέποιθα· Πελίου δ’ ἐχθρός ἐστί μοι δόμος
  858. Κρέων τε. τούτοις δ’ ὁρκίοισι μὲν ζυγεὶς
  859. ἄγουσιν οὐ μεθεῖ’ ἂν ἐκ γαίας ἐμέ·
  860. λόγοις δὲ συμβὰς καὶ θεῶν ἀνώμοτος
  861. φίλος γένοι’ ἂν τἀπικηρυκεύματα·—
  862. οὐκ ἂν πίθοιο· τἀμὰ μὲν γὰρ ἀσθενῆ,
  863. τοῖς δ’ ὄλβος ἐστὶ καὶ δόμος τυραννικός.
  864. Αἰγεύς
  865. πολλὴν ἔλεξας ἐν λόγοις προμηθίαν·
  866. ἀλλ’, εἰ δοκεῖ σοι, δρᾶν τάδ’ οὐκ ἀφίσταμαι.
  867. ἐμοί τε γὰρ τάδ’ ἐστὶν ἀσφαλέστατα,
  868. σκῆψίν τιν’ ἐχθροῖς σοῖς ἔχοντα δεικνύναι,
  869. τὸ σόν τ’ ἄραρε μᾶλλον· ἐξηγοῦ θεούς.
  870. Μήδεια
  871. ὄμνυ πέδον Γῆς, πατέρα θ’ Ἥλιον πατρὸς
  872. τοὐμοῦ, θεῶν τε συντιθεὶς ἅπαν γένος.
  873. Αἰγεύς
  874. τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε.
  875. Μήδεια
  876. μήτ’ αὐτὸς ἐκ γῆς σῆς ἔμ’ ἐκβαλεῖν ποτε,
  877. μήτ’ ἄλλος ἤν τις τῶν ἐμῶν ἐχθρῶν ἄγειν
  878. χρῄζῃ, μεθήσειν ζῶν ἑκουσίῳ τρόπῳ.
  879. Αἰγεύς
  880. ὄμνυμι Γαῖαν Ἡλίου θ’ ἁγνὸν σέβας
  881. θεούς τε πάντας ἐμμενεῖν ἅ σου κλύω.
  882. Μήδεια
  883. ἀρκεῖ· τί δ’ ὅρκῳ τῷδε μὴ ’μμένων πάθοις;
  884. Αἰγεύς
  885. ἃ τοῖσι δυσσεβοῦσι γίγνεται βροτῶν.
  886. Μήδεια
  887. χαίρων πορεύου· πάντα γὰρ καλῶς ἔχει.
  888. κἀγὼ πόλιν σὴν ὡς τάχιστ’ ἀφίξομαι,
  889. πράξασ’ ἃ μέλλω καὶ τυχοῦσ’ ἃ βούλομαι.
  890. Χορός
  891. ἀλλά σ’ ὁ Μαίας πομπαῖος ἄναξ
  892. πελάσειε δόμοις, ὧν τ’ ἐπίνοιαν
  893. σπεύδεις κατέχων πράξειας, ἐπεὶ
  894. γενναῖος ἀνήρ,
  895. Αἰγεῦ, παρ’ ἐμοὶ δεδόκησαι.
  896. Μήδεια
  897. ὦ Ζεῦ Δίκη τε Ζηνὸς Ἡλίου τε φῶς,
  898. νῦν καλλίνικοι τῶν ἐμῶν ἐχθρῶν, φίλαι,
  899. γενησόμεσθα κεἰς ὁδὸν βεβήκαμεν·
  900. νῦν δ’ ἐλπὶς ἐχθροὺς τοὺς ἐμοὺς τείσειν δίκην.
  901. οὗτος γὰρ ἁνὴρ ᾗ μάλιστ’ ἐκάμνομεν
  902. λιμὴν πέφανται τῶν ἐμῶν βουλευμάτων·
  903. ἐκ τοῦδ’ ἀναψόμεσθα πρυμνήτην κάλων,
  904. μολόντες ἄστυ καὶ πόλισμα Παλλάδος.
  905. ἤδη δὲ πάντα τἀμά σοι βουλεύματα
  906. λέξω· δέχου δὲ μὴ πρὸς ἡδονὴν λόγους.
  907. πέμψασ’ ἐμῶν τιν’ οἰκετῶν Ἰάσονα
  908. ἐς ὄψιν ἐλθεῖν τὴν ἐμὴν αἰτήσομαι·
  909. μολόντι δ’ αὐτῷ μαλθακοὺς λέξω λόγους,
  910. ὡς καὶ δοκεῖ μοι ταὐτά, καὶ καλῶς ἔχειν
  911. γάμους τυράννων οὓς προδοὺς ἡμᾶς ἔχει·
  912. καὶ ξύμφορ’ εἶναι καὶ καλῶς ἐγνωσμένα.
  913. παῖδας δὲ μεῖναι τοὺς ἐμοὺς αἰτήσομαι,
  914. οὐχ ὡς λιποῦσ’ ἂν πολεμίας ἐπὶ χθονὸς
  915. ἐχθροῖσι παῖδας τοὺς ἐμοὺς καθυβρίσαι,
  916. ἀλλ’ ὡς δόλοισι παῖδα βασιλέως κτάνω.
  917. πέμψω γὰρ αὐτοὺς δῶρ’ ἔχοντας ἐν χεροῖν,
  918. νύμφῃ φέροντας, τήνδε μὴ φυγεῖν χθόνα,
  919. λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον·
  920. κἄνπερ λαβοῦσα κόσμον ἀμφιθῇ χροΐ,
  921. κακῶς ὀλεῖται πᾶς θ’ ὃς ἂν θίγῃ κόρης·
  922. τοιοῖσδε χρίσω φαρμάκοις δωρήματα.
  923. ἐνταῦθα μέντοι τόνδ’ ἀπαλλάσσω λόγον·
  924. ᾤμωξα δ’ οἷον ἔργον ἔστ’ ἐργαστέον
  925. τοὐντεῦθεν ἡμῖν· τέκνα γὰρ κατακτενῶ
  926. τἄμ’· οὔτις ἔστιν ὅστις ἐξαιρήσεται·
  927. δόμον τε πάντα συγχέασ’ Ἰάσονος
  928. ἔξειμι γαίας, φιλτάτων παίδων φόνον
  929. φεύγουσα καὶ τλᾶσ’ ἔργον ἀνοσιώτατον.
  930. οὐ γὰρ γελᾶσθαι τλητὸν ἐξ ἐχθρῶν, φίλαι.
  931. ἴτω· τί μοι ζῆν κέρδος; οὔτε μοι πατρὶς
  932. οὔτ’ οἶκος ἔστιν οὔτ’ ἀποστροφὴ κακῶν.
  933. ἡμάρτανον τόθ’ ἡνίκ’ ἐξελίμπανον
  934. δόμους πατρῴους, ἀνδρὸς Ἕλληνος λόγοις
  935. πεισθεῖσ’, ὃς ἡμῖν σὺν θεῷ τείσει δίκην.
  936. οὔτ’ ἐξ ἐμοῦ γὰρ παῖδας ὄψεταί ποτε
  937. ζῶντας τὸ λοιπὸν οὔτε τῆς νεοζύγου
  938. νύμφης τεκνώσει παῖδ’, ἐπεὶ κακῶς κακὴν
  939. θανεῖν σφ’ ἀνάγκη τοῖς ἐμοῖσι φαρμάκοις.
  940. μηδείς με φαύλην κἀσθενῆ νομιζέτω
  941. μηδ’ ἡσυχαίαν, ἀλλὰ θατέρου τρόπου,
  942. βαρεῖαν ἐχθροῖς καὶ φίλοισιν εὐμενῆ·
  943. τῶν γὰρ τοιούτων εὐκλεέστατος βίος.
  944. Χορός
  945. ἐπείπερ ἡμῖν τόνδ’ ἐκοίνωσας λόγον,
  946. σέ τ’’ ὠφελεῖν θέλουσα, καὶ νόμοις βροτῶν
  947. ξυλλαμβάνουσα, δρᾶν σ’ ἀπεννέπω τάδε.
  948. Μήδεια
  949. οὐκ ἔστιν ἄλλως· σοὶ δὲ συγγνώμη λέγειν
  950. τάδ’ ἐστί, μὴ πάσχουσαν, ὡς ἐγώ, κακῶς.
  951. Χορός
  952. ἀλλὰ κτανεῖν σὸν σπέρμα τολμήσεις, γύναι;
  953. Μήδεια
  954. οὕτω γὰρ ἂν μάλιστα δηχθείη πόσις.
  955. Χορός
  956. σὺ δ’ ἂν γένοιό γ’ ἀθλιωτάτη γυνή.
  957. Μήδεια
  958. ἴτω· περισσοὶ πάντες οὑν μέσῳ λόγοι.
  959. ἀλλ’ εἶα χώρει καὶ κόμιζ’ Ἰάσονα·
  960. ἐς πάντα γὰρ δὴ σοὶ τὰ πιστὰ χρώμεθα.
  961. λέξῃς δὲ μηδὲν τῶν ἐμοὶ δεδογμένων,
  962. εἴπερ φρονεῖς εὖ δεσπόταις γυνή τ’ ἔφυς.
  963. Χορός
  964. Ἐρεχθεΐδαι τὸ παλαιὸν ὄλβιοι
  965. καὶ θεῶν παῖδες μακάρων, ἱερᾶς
  966. χώρας ἀπορθήτου τ’ ἄπο, φερβόμενοι
  967. κλεινοτάταν σοφίαν, αἰεὶ διὰ λαμπροτάτου
  968. βαίνοντες ἁβρῶς αἰθέρος, ἔνθα ποθ’ ἁγνὰς
  969. ἐννέα Πιερίδας Μούσας λέγουσι
  970. ξανθὰν Ἁρμονίαν φυτεῦσαι·
  971. Χορός
  972. τοῦ καλλινάου τ’ ἐπὶ Κηφισοῦ ῥοαῖς
  973. τὰν Κύπριν κλῄζουσιν ἀφυσσαμέναν
  974. χώραν καταπνεῦσαι μετρίας ἀνέμων
  975. ἡδυπνόους αὔρας· αἰεὶ δ’ ἐπιβαλλομέναν
  976. χαίταισιν εὐώδη ῥοδέων πλόκον ἀνθέων
  977. τᾷ Σοφίᾳ παρέδρους πέμπειν Ἔρωτας,
  978. παντοίας ἀρετᾶς ξυνεργούς.
  979. Χορός
  980. πῶς οὖν ἱερῶν ποταμῶν
  981. ἢ πόλις; ἦ φίλων
  982. πόμπιμός σε χώρα
  983. τὰν παιδολέτειραν ἕξει,
  984. τὰν οὐχ ὁσίαν μετ’ ἄλλων;
  985. σκέψαι τεκέων πλαγάν,
  986. σκέψαι φόνον οἷον αἴρῃ.
  987. μή, πρὸς γονάτων σε πάντη
  988. πάντως ἱκετεύομεν,
  989. τέκνα φονεύσῃς.
  990. Χορός
  991. πόθεν θράσος ἢ φρενὸς ἢ
  992. χειρὶ τέκνων σέθεν
  993. καρδίᾳ τε λήψῃ
  994. δεινὰν προσάγουσα τόλμαν;
  995. πῶς δ’ ὄμματα προσβαλοῦσα
  996. τέκνοις ἄδακρυν μοῖραν
  997. σχήσεις φόνου; οὐ δυνάσῃ,
  998. παίδων ἱκετᾶν πιτνόντων,
  999. τέγξαι χέρα φοινίαν
  1000. τλάμονι θυμῷ.
  1001. Ἰάσων
  1002. ἥκω κελευσθείς· καὶ γὰρ οὖσα δυσμενὴς
  1003. οὔ τἂν ἁμάρτοις τοῦδέ γ’, ἀλλ’ ἀκούσομαι
  1004. τί χρῆμα βούλῃ καινὸν ἐξ ἐμοῦ, γύναι.
  1005. Μήδεια
  1006. Ἰᾶσον, αἰτοῦμαί σε τῶν εἰρημένων
  1007. συγγνώμον’ εἶναι· τὰς δ’ ἐμὰς ὀργὰς φέρειν
  1008. εἰκός σ’, ἐπεὶ νῷν πόλλ’ ὑπείργασται φίλα.
  1009. ἐγὼ δ’ ἐμαυτῇ διὰ λόγων ἀφικόμην
  1010. κἀλοιδόρησα· Σχετλία, τί μαίνομαι
  1011. καὶ δυσμεναίνω τοῖσι βουλεύουσιν εὖ,
  1012. ἐχθρὰ δὲ γαίας κοιράνοις καθίσταμαι
  1013. πόσει θ’, ὃς ἡμῖν δρᾷ τὰ συμφορώτατα,
  1014. γήμας τύραννον καὶ κασιγνήτους τέκνοις
  1015. ἐμοῖς φυτεύων; οὐκ ἀπαλλαχθήσομαι
  1016. θυμοῦ—τί πάσχω;—θεῶν ποριζόντων καλῶς;
  1017. οὐκ εἰσὶ μέν μοι παῖδες, οἶδα δὲ χθόνα
  1018. φεύγοντας ἡμᾶς καὶ σπανίζοντας φίλων;
  1019. ταῦτ’ ἐννοήσασ’ ᾐσθόμην ἀβουλίαν
  1020. πολλὴν ἔχουσα καὶ μάτην θυμουμένη.
  1021. νῦν οὖν ἐπαινῶ· σωφρονεῖν τ’ ἐμοὶ δοκεῖς
  1022. κῆδος τόδ’ ἡμῖν προσλαβών, ἐγὼ δ’ ἄφρων,
  1023. ᾗ χρῆν μετεῖναι τῶνδε τῶν βουλευμάτων,
  1024. καὶ ξυγγαμεῖν σοι, καὶ παρεστάναι λέχει
  1025. νύμφην τε κηδεύουσαν ἥδεσθαι σέθεν.
  1026. ἀλλ’ ἐσμὲν οἷόν ἐσμεν, οὐκ ἐρῶ κακόν,
  1027. γυναῖκες· οὔκουν χρῆν σ’ ὁμοιοῦσθαι κακοῖς,
  1028. οὐδ’ ἀντιτείνειν νήπι’ ἀντὶ νηπίων.
  1029. παριέμεσθα, καί φαμεν κακῶς φρονεῖν
  1030. τότ’, ἀλλ’ ἄμεινον νῦν βεβούλευμαι τάδε·
  1031. ὦ τέκνα τέκνα, δεῦτε, λείπετε στέγας,
  1032. ἐξέλθετ’, ἀσπάσασθε καὶ προσείπατε
  1033. πατέρα μεθ’ ἡμῶν, καὶ διαλλάχθηθ’ ἅμα
  1034. τῆς πρόσθεν ἔχθρας ἐς φίλους μητρὸς μέτα·
  1035. σπονδαὶ γὰρ ἡμῖν καὶ μεθέστηκεν χόλος.
  1036. λάβεσθε χειρὸς δεξιᾶς· οἴμοι, κακῶν
  1037. ὡς ἐννοοῦμαι δή τι τῶν κεκρυμμένων.
  1038. ἆρ’, ὦ τέκν’, οὕτω καὶ πολὺν ζῶντες χρόνον
  1039. φίλην ὀρέξετ’ ὠλένην; τάλαιν’ ἐγώ,
  1040. ὡς ἀρτίδακρύς εἰμι καὶ φόβου πλέα.
  1041. χρόνῳ δὲ νεῖκος πατρὸς ἐξαιρουμένη
  1042. ὄψιν τέρειναν τήνδ’ ἔπλησα δακρύων.
  1043. Χορός
  1044. κἀμοὶ κατ’ ὄσσων χλωρὸν ὡρμήθη δάκρυ·
  1045. καὶ μὴ προβαίη μεῖζον ἢ τὸ νῦν κακόν.
  1046. Ἰάσων
  1047. αἰνῶ, γύναι, τάδ’, οὐδ’ ἐκεῖνα μέμφομαι·
  1048. εἰκὸς γὰρ ὀργὰς θῆλυ ποιεῖσθαι γένος
  1049. γάμου παρεμπολῶντος ἀλλοίου πόσει.
  1050. ἀλλ’ ἐς τὸ λῷον σὸν μεθέστηκεν κέαρ,
  1051. ἔγνως δὲ τὴν νικῶσαν, ἀλλὰ τῷ χρόνῳ,
  1052. βουλήν· γυναικὸς ἔργα ταῦτα σώφρονος.
  1053. ὑμῖν δέ, παῖδες, οὐκ ἀφροντίστως πατὴρ
  1054. πολλὴν ἔθηκε σὺν θεοῖς σωτηρίαν·
  1055. οἶμαι γὰρ ὑμᾶς τῆσδε γῆς Κορινθίας
  1056. τὰ πρῶτ’ ἔσεσθαι σὺν κασιγνήτοις ἔτι.
  1057. ἀλλ’ αὐξάνεσθε· τἄλλα δ’ ἐξεργάζεται
  1058. πατήρ τε καὶ θεῶν ὅστις ἐστὶν εὐμενής·
  1059. ἴδοιμι δ’ ὑμᾶς εὐτραφεῖς ἥβης τέλος
  1060. μολόντας, ἐχθρῶν τῶν ἐμῶν ὑπερτέρους.
  1061. αὕτη, τί χλωροῖς δακρύοις τέγγεις κόρας,
  1062. στρέψασα λευκὴν ἔμπαλιν παρηίδα;
  1063. κοὐκ ἀσμένη τόνδ’ ἐξ ἐμοῦ δέχῃ λόγον;
  1064. Μήδεια
  1065. οὐδέν. τέκνων τῶνδ’ ἐννοουμένη πέρι.
  1066. Ἰάσων
  1067. θάρσει νυν· εὖ γὰρ τῶνδ’ ἐγὼ θήσω πέρι.
  1068. Μήδεια
  1069. δράσω τάδ’· οὔτοι σοῖς ἀπιστήσω λόγοις·
  1070. γυνὴ δὲ θῆλυ κἀπὶ δακρύοις ἔφυ.
  1071. Ἰάσων
  1072. τί δῆτα λίαν τοῖσδ’ ἐπιστένεις τέκνοις;
  1073. Μήδεια
  1074. ἔτικτον αὐτούς· ζῆν δ’ ὅτ’ ἐξηύχου τέκνα,
  1075. ἐσῆλθέ μ’ οἶκτος εἰ γενήσεται τάδε.
  1076. ἀλλ’ ὧνπερ οὕνεκ’ εἰς ἐμοὺς ἥκεις λόγους,
  1077. τὰ μὲν λέλεκται, τῶν δ’ ἐγὼ μνησθήσομαι.
  1078. ἐπεὶ τυράννοις γῆς μ’ ἀποστεῖλαι δοκεῖ—
  1079. κἀμοὶ τάδ’ ἐστὶ λῷστα, γιγνώσκω καλῶς,
  1080. μήτ’ ἐμποδὼν σοὶ μήτε κοιράνοις χθονὸς
  1081. ναίειν· δοκῶ γὰρ δυσμενὴς εἶναι δόμοις—
  1082. ἡμεῖς μὲν ἐκ γῆς τῆσδ’ ἀπαίρομεν φυγῇ,
  1083. παῖδες δ’ ὅπως ἂν ἐκτραφῶσι σῇ χερί,
  1084. αἰτοῦ Κρέοντα τήνδε μὴ φεύγειν χθόνα.
  1085. Ἰάσων
  1086. οὐκ οἶδ’ ἂν εἰ πείσαιμι, πειρᾶσθαι δὲ χρή.
  1087. Μήδεια
  1088. σὺ δ’ ἀλλὰ σὴν κέλευσον αἰτεῖσθαι πατρὸς
  1089. γυναῖκα παῖδας τήνδε μὴ φεύγειν χθόνα.
  1090. Ἰάσων
  1091. μάλιστα, καὶ πείσειν γε δοξάζω σφ’ ἐγώ.
  1092. Μήδεια
  1093. εἴπερ γυναικῶν ἐστι τῶν ἄλλων μία.
  1094. συλλήψομαι δὲ τοῦδέ σοι κἀγὼ πόνου·
  1095. πέμψω γὰρ αὐτῇ δῶρ’ ἃ καλλιστεύεται
  1096. τῶν νῦν ἐν ἀνθρώποισιν, οἶδ’ ἐγώ, πολύ,
  1097. λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον
  1098. παῖδας φέροντας. ἀλλ’ ὅσον τάχος χρεὼν
  1099. κόσμον κομίζειν δεῦρο προσπόλων τινά.
  1100. εὐδαιμονήσει δ’ οὐχ ἕν, ἀλλὰ μυρία,
  1101. ἀνδρός τ’ ἀρίστου σοῦ τυχοῦσ’ ὁμευνέτου
  1102. κεκτημένη τε κόσμον ὅν ποθ’ Ἥλιος
  1103. πατρὸς πατὴρ δίδωσιν ἐκγόνοισιν οἷς.
  1104. λάζυσθε φερνὰς τάσδε, παῖδες, ἐς χέρας
  1105. καὶ τῇ τυράννῳ μακαρίᾳ νύμφῃ δότε
  1106. φέροντες· οὔτοι δῶρα μεμπτὰ δέξεται.
  1107. Ἰάσων
  1108. τί δ’, ὦ ματαία, τῶνδε σὰς κενοῖς χέρας;
  1109. δοκεῖς σπανίζειν δῶμα βασίλειον πέπλων,
  1110. δοκεῖς δὲ χρυσοῦ; σῷζε, μὴ δίδου τάδε.
  1111. εἴπερ γὰρ ἡμᾶς ἀξιοῖ λόγου τινὸς
  1112. γυνή, προθήσει χρημάτων, σάφ’ οἶδ’ ἐγώ.
  1113. Μήδεια
  1114. μή μοι σύ· πείθειν δῶρα καὶ θεοὺς λόγος·
  1115. χρυσὸς δὲ κρείσσων μυρίων λόγων βροτοῖς.
  1116. κείνης ὁ δαίμων, κεῖνα νῦν αὔξει θεός,
  1117. νέα τυραννεῖ· τῶν δ’ ἐμῶν παίδων φυγὰς
  1118. ψυχῆς ἂν ἀλλαξαίμεθ’, οὐ χρυσοῦ μόνον.
  1119. ἀλλ’, ὦ τέκν’, εἰσελθόντε πλουσίους δόμους
  1120. πατρὸς νέαν γυναῖκα, δεσπότιν δ’ ἐμήν,
  1121. ἱκετεύετ’, ἐξαιτεῖσθε μὴ φυγεῖν χθόνα,
  1122. κόσμον διδόντες—τοῦδε γὰρ μάλιστα δεῖ—
  1123. ἐς χεῖρ’ ἐκείνης δῶρα δέξασθαι τάδε.
  1124. ἴθ’ ὡς τάχιστα· μητρὶ δ’ ὧν ἐρᾷ τυχεῖν
  1125. εὐάγγελοι γένοισθε πράξαντες καλῶς.
  1126. Χορός
  1127. νῦν ἐλπίδες οὐκέτι μοι παίδων ζόας,
  1128. οὐκέτι· στείχουσι γὰρ ἐς φόνον ἤδη.
  1129. δέξεται νύμφα χρυσέων ἀναδεσμῶν
  1130. δέξεται δύστανος ἄταν·
  1131. ξανθᾷ δ’ ἀμφὶ κόμᾳ θήσει τὸν Ἅιδα
  1132. κόσμον αὐτὰ χεροῖν. λαβοῦσα.
  1133. Χορός
  1134. πείσει χάρις ἀμβρόσιός τ’ αὐγὰ πέπλων
  1135. χρυσέων τευκτὸν στέφανον περιθέσθαι·
  1136. νερτέροις δ’ ἤδη πάρα νυμφοκομήσει.
  1137. τοῖον εἰς ἕρκος πεσεῖται
  1138. καὶ μοῖραν θανάτου δύστανος· ἄταν δ’
  1139. οὐχ ὑπεκφεύξεται.
  1140. Χορός
  1141. σὺ δ’, ὦ τάλαν, ὦ κακόνυμφε κηδεμὼν τυράννων,
  1142. παισὶν οὐ κατειδὼς
  1143. ὄλεθρον βιοτᾷ προσάγεις ἀλόχῳ τε
  1144. σᾷ στυγερὸν θάνατον.
  1145. δύστανε μοίρας ὅσον παροίχῃ.
  1146. Χορός
  1147. μεταστένομαι δὲ σὸν ἄλγος, ὦ τάλαινα παίδων
  1148. μᾶτερ, ἃ φονεύσεις
  1149. τέκνα νυμφιδίων ἕνεκεν λεχέων, ἅ
  1150. σοι προλιπὼν ἀνόμως
  1151. ἄλλᾳ ξυνοικεῖ πόσις συνεύνῳ.
  1152. Παιδαγωγός
  1153. δέσποιν’, ἀφεῖνται παῖδες οἵδε σοὶ φυγῆς,
  1154. καὶ δῶρα νύμφη βασιλὶς ἀσμένη χεροῖν
  1155. ἐδέξατ’· εἰρήνη δὲ τἀκεῖθεν τέκνοις.
  1156. ἔα.
  1157. τί συγχυθεῖσ’ ἕστηκας ἡνίκ’ εὐτυχεῖς;
  1158. τί σὴν ἔστρεψας ἔμπαλιν παρηίδα
  1159. κοὐκ ἀσμένη τόνδ’ ἐξ ἐμοῦ δέχῃ λόγον;
  1160. Μήδεια
  1161. αἰαῖ.
  1162. Παιδαγωγός
  1163. τάδ’ οὐ ξυνῳδὰ τοῖσιν ἐξηγγελμένοις.
  1164. Μήδεια
  1165. αἰαῖ μάλ’ αὖθις.
  1166. Παιδαγωγός.
  1167. μῶν τιν’ ἀγγέλλων τύχην
  1168. οὐκ οἶδα, δόξης δ’ ἐσφάλην εὐαγγέλου;
  1169. Μήδεια
  1170. ἤγγειλας οἷ’ ἤγγειλας· οὐ σὲ μέμφομαι.·
  1171. Παιδαγωγός
  1172. τί δαὶ κατηφεῖς ὄμμα καὶ δακρυρροεῖς;
  1173. Μήδεια
  1174. πολλή μ’ ἀνάγκη, πρέσβυ· ταῦτα γὰρ θεοὶ
  1175. κἀγὼ κακῶς φρονοῦσ’ ἐμηχανησάμην.
  1176. Παιδαγωγός
  1177. θάρσει· κάτει τοι καὶ σὺ πρὸς τέκνων ἔτι.
  1178. Μήδεια
  1179. ἄλλους κατάξω πρόσθεν ἡ τάλαιν’ ἐγώ.
  1180. Παιδαγωγός
  1181. οὔτοι μόνη σὺ σῶν ἀπεζύγης τέκνων·
  1182. κούφως φέρειν χρὴ θνητὸν ὄντα συμφοράς.
  1183. Μήδεια
  1184. δράσω τάδ’. ἀλλὰ βαῖνε δωμάτων ἔσω
  1185. καὶ παισὶ πόρσυν’ οἷα χρὴ καθ’ ἡμέραν.
  1186. ὦ τέκνα τέκνα, σφῷν μὲν ἔστι δὴ πόλις
  1187. καὶ δῶμ’, ἐν ᾧ, λιπόντες ἀθλίαν ἐμέ,
  1188. οἰκήσετ’ αἰεὶ μητρὸς ἐστερημένοι·
  1189. ἐγὼ δ’ ἐς ἄλλην γαῖαν εἶμι δὴ φυγάς,
  1190. πρὶν σφῷν ὀνάσθαι κἀπιδεῖν εὐδαίμονας,
  1191. πρὶν λέκτρα καὶ γυναῖκα καὶ γαμηλίους
  1192. εὐνὰς ἀγῆλαι λαμπάδας τ’ ἀνασχεθεῖν.
  1193. ὦ δυστάλαινα τῆς ἐμῆς αὐθαδίας.
  1194. ἄλλως ἄρ’ ὑμᾶς, ὦ τέκν’, ἐξεθρεψάμην,
  1195. ἄλλως δ’ ἐμόχθουν καὶ κατεξάνθην πόνοις,
  1196. στερρὰς ἐνεγκοῦσ’ ἐν τόκοις ἀλγηδόνας.
  1197. ἦ μήν ποθ’ ἡ δύστηνος εἶχον ἐλπίδας
  1198. πολλὰς ἐν ὑμῖν, γηροβοσκήσειν τ’ ἐμὲ
  1199. καὶ κατθανοῦσαν χερσὶν εὖ περιστελεῖν,
  1200. ζηλωτὸν ἀνθρώποισι· νῦν δ’ ὄλωλε δὴ
  1201. γλυκεῖα φροντίς. σφῷν γὰρ ἐστερημένη
  1202. λυπρὸν διάξω βίοτον ἀλγεινόν τ’ ἐμοί.
  1203. ὑμεῖς δὲ μητέρ’ οὐκέτ’ ὄμμασιν φίλοις
  1204. ὄψεσθ’, ἐς ἄλλο σχῆμ’ ἀποστάντες βίου.
  1205. φεῦ φεῦ· τί προσδέρκεσθέ μ’ ὄμμασιν, τέκνα;
  1206. τί προσγελᾶτε τὸν πανύστατον γέλων;
  1207. αἰαῖ· τί δράσω; καρδία γὰρ οἴχεται,
  1208. γυναῖκες, ὄμμα φαιδρὸν ὡς εἶδον τέκνων.
  1209. οὐκ ἂν δυναίμην· χαιρέτω βουλεύματα
  1210. τὰ πρόσθεν· ἄξω παῖδας ἐκ γαίας ἐμούς.
  1211. τί δεῖ με πατέρα τῶνδε τοῖς τούτων κακοῖς
  1212. λυποῦσαν αὐτὴν δὶς τόσα κτᾶσθαι κακά;
  1213. οὐ δῆτ’ ἔγωγε. χαιρέτω βουλεύματα.
  1214. καίτοι τί πάσχω; βούλομαι γέλωτ’ ὀφλεῖν
  1215. ἐχθροὺς μεθεῖσα τοὺς ἐμοὺς ἀζημίους;
  1216. τολμητέον τάδ’. ἀλλὰ τῆς ἐμῆς κάκης,
  1217. τὸ καὶ προσέσθαι μαλθακοὺς λόγους φρενί.
  1218. χωρεῖτε, παῖδες, ἐς δόμους. ὅτῳ δὲ μὴ
  1219. θέμις παρεῖναι τοῖς ἐμοῖσι θύμασιν,
  1220. αὐτῷ μελήσει· χεῖρα δ’ οὐ διαφθερῶ.
  1221. ἆ ἆ.
  1222. μὴ δῆτα, θυμέ, μὴ σύ γ’ ἐργάσῃ τάδε·
  1223. ἔασον αὐτούς, ὦ τάλαν, φεῖσαι τέκνων·
  1224. ἐκεῖ μεθ’ ἡμῶν ζῶντες εὐφρανοῦσί σε.
  1225. μὰ τοὺς παρ’ Ἅιδῃ νερτέρους ἀλάστορας,
  1226. οὔτοι ποτ’ ἔσται τοῦθ’ ὅπως ἐχθροῖς ἐγὼ
  1227. παῖδας παρήσω τοὺς ἐμοὺς καθυβρίσαι.
  1228. πάντως σφ’ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή,
  1229. ἡμεῖς κτενοῦμεν οἵπερ ἐξεφύσαμεν.
  1230. πάντως πέπρακται ταῦτα κοὐκ ἐκφεύξεται.
  1231. καὶ δὴ ’πὶ κρατὶ στέφανος, ἐν πέπλοισι δὲ
  1232. νύμφη τύραννος ὄλλυται, σάφ’ οἶδ’ ἐγώ.
  1233. ἀλλ’, εἶμι γὰρ δὴ τλημονεστάτην ὁδόν,
  1234. καὶ τούσδε πέμψω τλημονεστέραν ἔτι,
  1235. παῖδας προσειπεῖν βούλομαι.—δότ’, ὦ τέκνα,
  1236. δότ’ ἀσπάσασθαι μητρὶ δεξιὰν χέρα.
  1237. ὦ φιλτάτη χείρ, φίλτατον δέ μοι στόμα
  1238. καὶ σχῆμα καὶ πρόσωπον εὐγενὲς τέκνων,
  1239. εὐδαιμονοῖτον, ἀλλ’ ἐκεῖ· τὰ δ’ ἐνθάδε
  1240. πατὴρ ἀφείλετ’. ὦ γλυκεῖα προσβολή,
  1241. ὦ μαλθακὸς χρὼς πνεῦμά θ’ ἥδιστον τέκνων.
  1242. χωρεῖτε χωρεῖτ’· οὐκέτ’ εἰμὶ προσβλέπειν
  1243. οἵα τε πρὸς ὑμᾶς, ἀλλὰ νικῶμαι κακοῖς.
  1244. καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά,
  1245. θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων,
  1246. ὅσπερ μεγίστων αἴτιος κακῶν βροτοῖς.
  1247. Χορός
  1248. πολλάκις ἤδη
  1249. διὰ λεπτοτέρων μύθων ἔμολον
  1250. καὶ πρὸς ἁμίλλας ἦλθον μείζους
  1251. ἢ χρὴ γενεὰν θῆλυν ἐρευνᾶν·
  1252. ἀλλὰ γὰρ ἔστιν μοῦσα καὶ ἡμῖν,
  1253. ἣ προσομιλεῖ σοφίας ἕνεκεν·
  1254. πάσαισι μὲν οὔ· παῦρον δὲ δὴ
  1255. γένος ἐν πολλαῖς εὕροις ἂν ἴσως
  1256. κοὐκ ἀπόμουσον τὸ γυναικῶν.
  1257. καί φημι βροτῶν οἵτινές εἰσιν
  1258. πάμπαν ἄπειροι μηδ’ ἐφύτευσαν
  1259. παῖδας, προφέρειν εἰς εὐτυχίαν
  1260. τῶν γειναμένων.
  1261. οἱ μὲν ἄτεκνοι δι’ ἀπειροσύνην
  1262. εἴθ’ ἡδὺ βροτοῖς εἴτ’ ἀνιαρὸν
  1263. παῖδες τελέθουσ’ οὐχὶ τυχόντες
  1264. πολλῶν μόχθων ἀπέχονται·
  1265. οἷσι δὲ τέκνων ἔστιν ἐν οἴκοις
  1266. γλυκερὸν βλάστημ’, ὁρῶ μελέτῃ
  1267. κατατρυχομένους τὸν ἅπαντα χρόνον,
  1268. πρῶτον μὲν ὅπως θρέψουσι καλῶς
  1269. βίοτόν θ’ ὁπόθεν λείψουσι τέκνοις·
  1270. ἔτι δ’ ἐκ τούτων εἴτ’ ἐπὶ φλαύροις
  1271. εἴτ’ ἐπὶ χρηστοῖς
  1272. μοχθοῦσι, τόδ’ ἐστὶν ἄδηλον.
  1273. ἓν δὲ τὸ πάντων λοίσθιον ἤδη
  1274. πᾶσιν κατερῶ θνητοῖσι κακόν·
  1275. καὶ δὴ γὰρ ἅλις βίοτόν θ’ ηὗρον
  1276. σῶμά τ’ ἐς ἥβην ἤλυθε τέκνων
  1277. χρηστοί τ’ ἐγένοντ’· εἰ δὲ κυρήσαι
  1278. δαίμων οὕτως, φροῦδος ἐς Ἅιδην
  1279. θάνατος προφέρων σώματα τέκνων.
  1280. πῶς οὖν λύει πρὸς τοῖς ἄλλοις
  1281. τήνδ’ ἔτι λύπην ἀνιαροτάτην
  1282. παίδων ἕνεκεν
  1283. θνητοῖσι θεοὺς ἐπιβάλλειν;
  1284. Μήδεια
  1285. φίλαι, πάλαι τοι προσμένουσα τὴν τύχην
  1286. καραδοκῶ τἀκεῖθεν οἷ προβήσεται.
  1287. καὶ δὴ δέδορκα τόνδε τῶν Ἰάσονος
  1288. στείχοντ’ ὀπαδῶν· πνεῦμα δ’ ἠρεθισμένον
  1289. δείκνυσιν ὥς τι καινὸν ἀγγελεῖ κακόν.
  1290. Ἄγγελος
  1291. ὦ δεινὸν ἔργον παρανόμως εἰργασμένη,
  1292. Μήδεια, φεῦγε φεῦγε, μήτε ναΐαν
  1293. λιποῦσ’ ἀπήνην μήτ’ ὄχον πεδοστιβῆ.
  1294. Μήδεια
  1295. τί δ’ ἄξιόν μοι τῆσδε τυγχάνει φυγῆς;
  1296. Ἄγγελος
  1297. ὄλωλεν ἡ τύραννος ἀρτίως κόρη
  1298. Κρέων θ’ ὁ φύσας φαρμάκων τῶν σῶν ὕπο.
  1299. Μήδεια
  1300. κάλλιστον εἶπας μῦθον, ἐν δ’ εὐεργέταις
  1301. τὸ λοιπὸν ἤδη καὶ φίλοις ἐμοῖς ἔσῃ.
  1302. Ἄγγελος
  1303. τί φῄς; φρονεῖς μὲν ὀρθὰ κοὐ μαίνῃ, γύναι,
  1304. ἥτις, τυράννων ἑστίαν ᾐκισμένη,
  1305. χαίρεις κλύουσα κοὐ φοβῇ τὰ τοιάδε;
  1306. Μήδεια
  1307. ἔχω τι κἀγὼ τοῖς γε σοῖς ἐναντίον
  1308. λόγοισιν εἰπεῖν· ἀλλὰ μὴ σπέρχου, φίλος,
  1309. λέξον δέ· πῶς ὤλοντο; δὶς τόσον γὰρ ἂν
  1310. τέρψειας ἡμᾶς, εἰ τεθνᾶσι παγκάκως.
  1311. Ἄγγελος
  1312. ἐπεὶ τέκνων σῶν ἦλθε δίπτυχος γονὴ
  1313. σὺν πατρί, καὶ παρῆλθε νυμφικοὺς δόμους,
  1314. ἥσθημεν οἵπερ σοῖς ἐκάμνομεν κακοῖς
  1315. δμῶες· δι’ ὤτων δ’ εὐθὺς ἦν πολὺς λόγος
  1316. σὲ καὶ πόσιν σὸν νεῖκος ἐσπεῖσθαι τὸ πρίν.
  1317. κυνεῖ δ’ ὃ μέν τις χεῖρ’, ὃ δὲ ξανθὸν κάρα
  1318. παίδων· ἐγὼ δὲ καὐτὸς ἡδονῆς ὕπο
  1319. στέγας γυναικῶν σὺν τέκνοις ἅμ’ ἑσπόμην.
  1320. δέσποινα δ’ ἣν νῦν ἀντὶ σοῦ θαυμάζομεν,
  1321. πρὶν μὲν τέκνων σῶν εἰσιδεῖν ξυνωρίδα,
  1322. πρόθυμον εἶχ’ ὀφθαλμὸν εἰς Ἰάσονα·
  1323. ἔπειτα μέντοι προὐκαλύψατ’ ὄμματα
  1324. λευκήν τ’ ἀπέστρεψ’ ἔμπαλιν παρηίδα,
  1325. παίδων μυσαχθεῖσ’ εἰσόδους· πόσις δὲ σὸς
  1326. ὀργάς τ’ ἀφῄρει καὶ χόλον νεάνιδος
  1327. λέγων τάδ’· Οὐ μὴ δυσμενὴς ἔσῃ φίλοις,
  1328. παύσῃ δὲ θυμοῦ καὶ πάλιν στρέψεις κάρα,
  1329. φίλους νομίζουσ’ οὕσπερ ἂν πόσις σέθεν,
  1330. δέξῃ δὲ δῶρα καὶ παραιτήσῃ πατρὸς
  1331. φυγὰς ἀφεῖναι παισὶ τοῖσδ’, ἐμὴν χάριν;
  1332. ἣ δ’ ὡς ἐσεῖδε κόσμον, οὐκ ἠνέσχετο,
  1333. ἀλλ’ ᾔνεσ’ ἀνδρὶ πάντα, καὶ πρὶν ἐκ δόμων
  1334. μακρὰν ἀπεῖναι πατέρα καὶ παῖδας, σέθεν
  1335. λαβοῦσα πέπλους ποικίλους ἠμπέσχετο,
  1336. χρυσοῦν τε θεῖσα στέφανον ἀμφὶ βοστρύχοις
  1337. λαμπρῷ κατόπτρῳ σχηματίζεται κόμην,
  1338. ἄψυχον εἰκὼ προσγελῶσα σώματος.
  1339. κἄπειτ’ ἀναστᾶσ’ ἐκ θρόνων διέρχεται
  1340. στέγας, ἁβρὸν βαίνουσα παλλεύκῳ ποδί,
  1341. δώροις ὑπερχαίρουσα, πολλὰ πολλάκις
  1342. τένοντ’ ἐς ὀρθὸν ὄμμασι σκοπουμένη.
  1343. τοὐνθένδε μέντοι δεινὸν ἦν θέαμ’ ἰδεῖν·
  1344. χροιὰν γὰρ ἀλλάξασα λεχρία πάλιν
  1345. χωρεῖ τρέμουσα κῶλα καὶ μόλις φθάνει
  1346. θρόνοισιν ἐμπεσοῦσα μὴ χαμαὶ πεσεῖν.
  1347. καί τις γεραιὰ προσπόλων, δόξασά που
  1348. ἢ Πανὸς ὀργὰς ἢ τινὸς θεῶν μολεῖν,
  1349. ἀνωλόλυξε, πρίν γ’ ὁρᾷ διὰ στόμα
  1350. χωροῦντα λευκὸν ἀφρόν, ὀμμάτων τ’ ἄπο
  1351. κόρας στρέφουσαν, αἷμά τ’ οὐκ ἐνὸν χροΐ·
  1352. εἶτ’ ἀντίμολπον ἧκεν ὀλολυγῆς μέγαν
  1353. κωκυτόν. εὐθὺς δ’ ἣ μὲν ἐς πατρὸς δόμους
  1354. ὥρμησεν, ἣ δὲ πρὸς τὸν ἀρτίως πόσιν
  1355. φράσουσα νύμφης συμφοράν· ἅπασα δὲ
  1356. στέγη πυκνοῖσιν ἐκτύπει δρομήμασιν.
  1357. ἤδη δ’ ἀνέλκων κῶλον ἔκπλεθρον δρόμου
  1358. ταχὺς βαδιστὴς τερμόνων ἂν ἥπτετο,
  1359. ἣ δ’ ἐξ ἀναύδου καὶ μύσαντος ὄμματος
  1360. δεινὸν στενάξασ’ ἡ τάλαιν’ ἠγείρετο.
  1361. διπλοῦν γὰρ αὐτῇ πῆμ’ ἐπεστρατεύετο·
  1362. χρυσοῦς μὲν ἀμφὶ κρατὶ κείμενος πλόκος
  1363. θαυμαστὸν ἵει νᾶμα παμφάγου πυρός,
  1364. πέπλοι δὲ λεπτοί, σῶν τέκνων δωρήματα,
  1365. λεπτὴν ἔδαπτον σάρκα τῆς δυσδαίμονος.
  1366. φεύγει δ’ ἀναστᾶσ’ ἐκ θρόνων πυρουμένη,
  1367. σείουσα χαίτην κρᾶτά τ’ ἄλλοτ’ ἄλλοσε,
  1368. ῥῖψαι θέλουσα στέφανον· ἀλλ’ ἀραρότως
  1369. σύνδεσμα χρυσὸς εἶχε, πῦρ δ’, ἐπεὶ κόμην
  1370. ἔσεισε, μᾶλλον δὶς τόσως ἐλάμπετο.
  1371. πίτνει δ’ ἐς οὖδας συμφορᾷ νικωμένη,
  1372. πλὴν τῷ τεκόντι κάρτα δυσμαθὴς ἰδεῖν·
  1373. οὔτ’ ὀμμάτων γὰρ δῆλος ἦν κατάστασις
  1374. οὔτ’ εὐφυὲς πρόσωπον, αἷμα δ’ ἐξ ἄκρου
  1375. ἔσταζε κρατὸς συμπεφυρμένον πυρί,
  1376. σάρκες δ’ ἀπ’ ὀστέων ὥστε πεύκινον δάκρυ
  1377. γναθμοῖς ἀδήλοις φαρμάκων ἀπέρρεον,
  1378. δεινὸν θέαμα· πᾶσι δ’ ἦν φόβος θιγεῖν
  1379. νεκροῦ· τύχην γὰρ εἴχομεν διδάσκαλον.
  1380. πατὴρ δ’ ὁ τλήμων συμφορᾶς ἀγνωσίᾳ
  1381. ἄφνω προσελθὼν δῶμα προσπίτνει νεκρῷ·
  1382. ᾤμωξε δ’ εὐθύς, καὶ περιπτύξας χέρας
  1383. κυνεῖ προσαυδῶν τοιάδ’· Ὦ δύστηνε παῖ,
  1384. τίς σ’ ὧδ’ ἀτίμως δαιμόνων ἀπώλεσε;
  1385. τίς τὸν γέροντα τύμβον ὀρφανὸν σέθεν
  1386. τίθησιν; οἴμοι, συνθάνοιμί σοι, τέκνον.
  1387. ἐπεὶ δὲ θρήνων καὶ γόων ἐπαύσατο,
  1388. χρῄζων γεραιὸν ἐξαναστῆσαι δέμας
  1389. προσείχεθ’ ὥστε κισσὸς ἔρνεσιν δάφνης
  1390. λεπτοῖσι πέπλοις, δεινὰ δ’ ἦν παλαίσματα·
  1391. ὃ μὲν γὰρ ἤθελ’ ἐξαναστῆσαι γόνυ,
  1392. ἣ δ’ ἀντελάζυτ’. εἰ δὲ πρὸς βίαν ἄγοι,
  1393. σάρκας γεραιὰς ἐσπάρασσ’ ἀπ’ ὀστέων.
  1394. χρόνῳ δ’ ἀπέσβη καὶ μεθῆχ’ ὁ δύσμορος
  1395. ψυχήν· κακοῦ γὰρ οὐκέτ’ ἦν ὑπέρτερος.
  1396. κεῖνται δὲ νεκροὶ παῖς τε καὶ γέρων πατὴρ
  1397. πέλας, ποθεινὴ δακρύοισι συμφορά.
  1398. καί μοι τὸ μὲν σὸν ἐκποδὼν ἔστω λόγου·
  1399. γνώσῃ γὰρ αὐτὴ ζημίας ἀποστροφήν.
  1400. τὰ θνητὰ δ’ οὐ νῦν πρῶτον ἡγοῦμαι σκιάν,
  1401. οὐδ’ ἂν τρέσας εἴποιμι τοὺς σοφοὺς βροτῶν
  1402. δοκοῦντας εἶναι καὶ μεριμνητὰς λόγων
  1403. τούτους μεγίστην ζημίαν ὀφλισκάνειν.
  1404. θνητῶν γὰρ οὐδείς ἐστιν εὐδαίμων ἀνήρ·
  1405. ὄλβου δ’ ἐπιρρυέντος εὐτυχέστερος
  1406. ἄλλου γένοιτ’ ἂν ἄλλος, εὐδαίμων δ’ ἂν οὔ.
  1407. Χορός
  1408. ἔοιχ’ ὁ δαίμων πολλὰ τῇδ’ ἐν ἡμέρᾳ
  1409. κακὰ ξυνάπτειν ἐνδίκως Ἰάσονι.
  1410. ὦ τλῆμον, ὥς σου συμφορὰς οἰκτίρομεν,
  1411. κόρη Κρέοντος, ἥτις εἰς Ἅιδου δόμους
  1412. οἴχῃ γάμων ἕκατι τῶν Ἰάσονος.
  1413. Μήδεια
  1414. φίλαι, δέδοκται τοὔργον ὡς τάχιστά μοι
  1415. παῖδας κτανούσῃ τῆσδ’ ἀφορμᾶσθαι χθονός,
  1416. καὶ μὴ σχολὴν ἄγουσαν ἐκδοῦναι τέκνα
  1417. ἄλλῃ φονεῦσαι δυσμενεστέρᾳ χερί.
  1418. πάντως σφ’ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή,
  1419. ἡμεῖς κτενοῦμεν, οἵπερ ἐξεφύσαμεν.
  1420. ἀλλ’ εἶ’ ὁπλίζου, καρδία. τί μέλλομεν
  1421. τὰ δεινὰ κἀναγκαῖα μὴ πράσσειν κακά;
  1422. ἄγ’, ὦ τάλαινα χεὶρ ἐμή, λαβὲ ξίφος,
  1423. λάβ’, ἕρπε πρὸς βαλβῖδα λυπηρὰν βίου,
  1424. καὶ μὴ κακισθῇς μηδ’ ἀναμνησθῇς τέκνων,
  1425. ὡς φίλταθ’, ὡς ἔτικτες· ἀλλὰ τήνδε γε
  1426. λαθοῦ βραχεῖαν ἡμέραν παίδων σέθεν,
  1427. κἄπειτα θρήνει· καὶ γὰρ εἰ κτενεῖς σφ’, ὅμως
  1428. φίλοι γ’ ἔφυσαν—δυστυχὴς δ’ ἐγὼ γυνή.
  1429. Χορός
  1430. ἰὼ Γᾶ τε καὶ παμφαὴς
  1431. ἀκτὶς Ἀελίου, κατίδετ’ ἴδετε τὰν
  1432. ὀλομέναν γυναῖκα, πρὶν φοινίαν
  1433. τέκνοις προσβαλεῖν χέρ’ αὐτοκτόνον·
  1434. τεᾶς γὰρ ἀπὸ χρυσέας γονᾶς
  1435. ἔβλαστεν, θεοῦ δ’ αἷμά τι πίτνειν
  1436. φόβος ὑπ’ ἀνέρων.
  1437. ἀλλά νιν, ὦ φάος διογενές, κάτειρ-
  1438. γε κατάπαυσον, ἔξελ’ οἴκων φονίαν
  1439. τάλαινάν τ’ Ἐρινὺν ὑπ’ ἀλαστόρων.
  1440. Χορός
  1441. μάταν μόχθος ἔρρει τέκνων,
  1442. ἆρα μάταν γένος φίλιον ἔτεκες, ὦ
  1443. κυανεᾶν λιποῦσα Συμπληγάδων
  1444. πετρᾶν ἀξενωτάταν ἐσβολάν;
  1445. δειλαία, τί σοι φρενῶν βαρὺς
  1446. χόλος προσπίτνει καὶ δυσμενὴς
  1447. φόνος; ἀμείβεται
  1448. χαλεπὰ γὰρ βροτοῖς ὁμογενῆ μιά-
  1449. σματα ἐπὶ γαῖαν αὐτοφόνταις ξυνῳ-
  1450. δὰ θεόθεν πίτνοντ’ ἐπὶ δόμοις ἄχη.
  1451. Παῖδες ἔνδοθεν.
  1452. αἰαῖ.
  1453. Χορός
  1454. —ἀκούεις βοὰν ἀκούεις τέκνων;
  1455. —ἰὼ τλᾶμον, ὦ κακοτυχὲς γύναι.
  1456. Παῖδες
  1457. —οἴμοι, τί δράσω; ποῖ φύγω μητρὸς χέρας;
  1458. —οὐκ οἶδ’, ἄδελφε φίλτατ’· ὀλλύμεσθα γάρ.
  1459. Χορός
  1460. παρέλθω δόμους; ἀρῆξαι φόνον
  1461. δοκεῖ μοι τέκνοις.
  1462. Παῖδες
  1463. —ναί, πρὸς θεῶν, ἀρήξατ’· ἐν δέοντι γάρ.
  1464. —ὡς ἐγγὺς ἤδη γ’ ἐσμὲν ἀρκύων ξίφους.
  1465. Χορός
  1466. —τάλαιν’, ὡς ἄρ’ ἦσθα πέτρος ἢ σίδα-
  1467. ρος, ἅτις τέκνων
  1468. ὃν ἔτεκες ἄροτον αὐτόχειρι μοίρᾳ κτενεῖς.
  1469. Χορός
  1470. —μίαν δὴ κλύω μίαν τῶν πάρος
  1471. γυναῖκ’ ἐν φίλοις χέρα βαλεῖν τέκνοις·
  1472. Ἰνὼ μανεῖσαν ἐκ θεῶν, ὅθ’ ἡ Διὸς
  1473. δάμαρ νιν ἐξέπεμψε δωμάτων ἄλῃ·
  1474. πίτνει δ’ ἁ τάλαιν’ ἐς ἅλμαν φόνῳ
  1475. τέκνων δυσσεβεῖ,
  1476. ἀκτῆς ὑπερτείνασα ποντίας πόδα,
  1477. δυοῖν τε παίδοιν συνθανοῦσ’ ἀπόλλυται.
  1478. τί δῆτ’ οὖν γένοιτ’ ἂν ἔτι δεινόν; ὦ
  1479. γυναικῶν λέχος
  1480. πολύπονον, ὅσα βροτοῖς ἔρεξας ἤδη κακά.
  1481. Ἰάσων
  1482. γυναῖκες, αἳ τῆσδ’ ἐγγὺς ἕστατε στέγης,
  1483. ἆρ’ ἐν δόμοισιν ἡ τὰ δείν’ εἰργασμένη
  1484. Μήδεια τοῖσδ’ ἔτ’, ἢ μεθέστηκεν φυγῇ;
  1485. δεῖ γάρ νιν ἤτοι γῆς γε κρυφθῆναι κάτω,
  1486. ἢ πτηνὸν ἆραι σῶμ’ ἐς αἰθέρος βάθος,
  1487. εἰ μὴ τυράννων δώμασιν δώσει δίκην·
  1488. πέποιθ’ ἀποκτείνασα κοιράνους χθονὸς
  1489. ἀθῷος αὐτὴ τῶνδε φεύξεσθαι δόμων;
  1490. ἀλλ’ οὐ γὰρ αὐτῆς φροντίδ’ ὡς τέκνων ἔχω·
  1491. κείνην μὲν οὓς ἔδρασεν ἔρξουσιν κακῶς,
  1492. ἐμῶν δὲ παίδων ἦλθον ἐκσῴσων βίον,
  1493. μή μοί τι δράσωσ’ οἱ προσήκοντες γένει,
  1494. μητρῷον ἐκπράσσοντες ἀνόσιον φόνον.
  1495. Χορός
  1496. ὦ τλῆμον, οὐκ οἶσθ’ οἷ κακῶν ἐλήλυθας,
  1497. Ἰᾶσον· οὐ γὰρ τούσδ’ ἂν ἐφθέγξω λόγους.
  1498. Ἰάσων
  1499. τί δ’ ἔστιν; ἦ που κἄμ’ ἀποκτεῖναι θέλει;
  1500. Χορός
  1501. παῖδες τεθνᾶσι χειρὶ μητρῴᾳ σέθεν.
  1502. Ἰάσων
  1503. οἴμοι τί λέξεις; ὥς μ’ ἀπώλεσας, γύναι.
  1504. Χορός
  1505. ὡς οὐκέτ’ ὄντων σῶν τέκνων φρόντιζε δή.
  1506. Ἰάσων
  1507. ποῦ γάρ νιν ἔκτειν’; ἐντὸς ἢ ἔξωθεν δόμων;
  1508. Χορός
  1509. πύλας ἀνοίξας σῶν τέκνων ὄψῃ φόνον.
  1510. Ἰάσων
  1511. χαλᾶτε κλῇδας ὡς τάχιστα, πρόσπολοι,
  1512. ἐκλύεθ’ ἁρμούς, ὡς ἴδω διπλοῦν κακόν,
  1513. τοὺς μὲν θανόντας—τὴν δὲ τείσωμαι δίκην.
  1514. Μήδεια
  1515. τί τάσδε κινεῖς κἀναμοχλεύεις πύλας,
  1516. νεκροὺς ἐρευνῶν κἀμὲ τὴν εἰργασμένην;
  1517. παῦσαι πόνου τοῦδ’. εἰ δ’ ἐμοῦ χρείαν ἔχεις,
  1518. λέγ’, εἴ τι βούλῃ, χειρὶ δ’ οὐ ψαύσεις ποτέ.
  1519. τοιόνδ’ ὄχημα πατρὸς Ἥλιος πατὴρ
  1520. δίδωσιν ἡμῖν, ἔρυμα πολεμίας χερός.
  1521. Ἰάσων
  1522. ὦ μῖσος, ὦ μέγιστον ἐχθίστη γύναι
  1523. θεοῖς τε κἀμοὶ παντί τ’ ἀνθρώπων γένει,
  1524. ἥτις τέκνοισι σοῖσιν ἐμβαλεῖν ξίφος
  1525. ἔτλης τεκοῦσα, κἄμ’ ἄπαιδ’ ἀπώλεσας·
  1526. καὶ ταῦτα δράσασ’ ἥλιόν τε προσβλέπεις
  1527. καὶ γαῖαν, ἔργον τλᾶσα δυσσεβέστατον·
  1528. ὄλοι’· ἐγὼ δὲ νῦν φρονῶ, τότ’ οὐ φρονῶν,
  1529. ὅτ’ ἐκ δόμων σε βαρβάρου τ’ ἀπὸ χθονὸς
  1530. Ἕλλην’ ἐς οἶκον ἠγόμην, κακὸν μέγα,
  1531. πατρός τε καὶ γῆς προδότιν ἥ σ’ ἐθρέψατο.
  1532. τὸν σὸν δ’ ἀλάστορ’ εἰς ἔμ’ ἔσκηψαν θεοί·
  1533. κτανοῦσα γὰρ δὴ σὸν κάσιν παρέστιον
  1534. τὸ καλλίπρῳρον εἰσέβης Ἀργοῦς σκάφος.
  1535. ἤρξω μὲν ἐκ τοιῶνδε· νυμφευθεῖσα δὲ
  1536. παρ’ ἀνδρὶ τῷδε καὶ τεκοῦσά μοι τέκνα,
  1537. εὐνῆς ἕκατι καὶ λέχους σφ’ ἀπώλεσας.
  1538. οὐκ ἔστιν ἥτις τοῦτ’ ἂν Ἑλληνὶς γυνὴ
  1539. ἔτλη ποθ’, ὧν γε πρόσθεν ἠξίουν ἐγὼ
  1540. γῆμαι σέ, κῆδος ἐχθρὸν ὀλέθριόν τ’ ἐμοί,
  1541. λέαιναν, οὐ γυναῖκα, τῆς Τυρσηνίδος
  1542. Σκύλλης ἔχουσαν ἀγριωτέραν φύσιν.
  1543. ἀλλ’ οὐ γὰρ ἄν σε μυρίοις ὀνείδεσι
  1544. δάκοιμι· τοιόνδ’ ἐμπέφυκέ σοι θράσος·
  1545. ἔρρ’, αἰσχροποιὲ καὶ τέκνων μιαιφόνε·
  1546. ἐμοὶ δὲ τὸν ἐμὸν δαίμον’ αἰάζειν πάρα,
  1547. ὃς οὔτε λέκτρων νεογάμων ὀνήσομαι,
  1548. οὐ παῖδας οὓς ἔφυσα κἀξεθρεψάμην
  1549. ἕξω προσειπεῖν ζῶντας, ἀλλ’ ἀπώλεσα.
  1550. Μήδεια
  1551. μακρὰν ἂν ἐξέτεινα τοῖσδ’ ἐναντίον
  1552. λόγοισιν, εἰ μὴ Ζεὺς πατὴρ ἠπίστατο
  1553. οἷ’ ἐξ ἐμοῦ πέπονθας οἷά τ’ εἰργάσω·
  1554. σὺ δ’ οὐκ ἔμελλες τἄμ’ ἀτιμάσας λέχη
  1555. τερπνὸν διάξειν βίοτον ἐγγελῶν ἐμοί·
  1556. οὐδ’ ἡ τύραννος, οὐδ’ ὁ σοὶ προσθεὶς γάμους
  1557. Κρέων ἀνατεὶ τῆσδέ μ’ ἐκβαλεῖν χθονός.
  1558. πρὸς ταῦτα καὶ λέαιναν, εἰ βούλῃ, κάλει
  1559. καὶ Σκύλλαν ἣ Τυρσηνὸν ᾤκησεν πέδον·
  1560. τῆς σῆς γὰρ ὡς χρὴ καρδίας ἀνθηψάμην.
  1561. Ἰάσων
  1562. καὐτή γε λυπῇ καὶ κακῶν κοινωνὸς εἶ.
  1563. Μήδεια
  1564. σάφ’ ἴσθι· λύει δ’ ἄλγος, ἢν σὺ μὴ ’γγελᾷς.
  1565. Ἰάσων
  1566. ὦ τέκνα, μητρὸς ὡς κακῆς ἐκύρσατε.
  1567. Μήδεια
  1568. ὦ παῖδες, ὡς ὤλεσθε πατρῴᾳ νόσῳ.
  1569. Ἰάσων
  1570. οὔτοι νυν ἡμὴ δεξιά σφ’ ἀπώλεσεν.
  1571. Μήδεια
  1572. ἀλλ’ ὕβρις, οἵ τε σοὶ νεοδμῆτες γάμοι.
  1573. Ἰάσων
  1574. λέχους σφε κἠξίωσας οὕνεκα κτανεῖν.
  1575. Μήδεια
  1576. σμικρὸν γυναικὶ πῆμα τοῦτ’ εἶναι δοκεῖς;
  1577. Ἰάσων
  1578. ἥτις γε σώφρων· σοὶ δὲ πάντ’ ἐστὶν κακά.
  1579. Μήδεια
  1580. οἵδ’ οὐκέτ’ εἰσί· τοῦτο γάρ σε δήξεται.
  1581. Ἰάσων
  1582. οἵδ’ εἰσίν, οἴμοι, σῷ κάρᾳ μιάστορες.
  1583. Μήδεια
  1584. ἴσασιν ὅστις ἦρξε πημονῆς θεοί.
  1585. Ἰάσων
  1586. ἴσασι δῆτα σήν γ’ ἀπόπτυστον φρένα.
  1587. Μήδεια
  1588. στύγει· πικρὰν δὲ βάξιν ἐχθαίρω σέθεν.
  1589. Ἰάσων
  1590. καὶ μὴν ἐγὼ σήν· ῥᾴδιον δ’ ἀπαλλαγαί.
  1591. Μήδεια
  1592. πῶς οὖν; τί δράσω; κάρτα γὰρ κἀγὼ θέλω.
  1593. Ἰάσων
  1594. θάψαι νεκρούς μοι τούσδε καὶ κλαῦσαι πάρες.
  1595. Μήδεια
  1596. οὐ δῆτ’, ἐπεί σφας τῇδ’ ἐγὼ θάψω χερί,
  1597. φέρουσ’ ἐς Ἥρας τέμενος Ἀκραίας θεοῦ,
  1598. ὡς μή τις αὐτοὺς πολεμίων καθυβρίσῃ,
  1599. τύμβους ἀνασπῶν· γῇ δὲ τῇδε Σισύφου
  1600. σεμνὴν ἑορτὴν καὶ τέλη προσάψομεν
  1601. τὸ λοιπὸν ἀντὶ τοῦδε δυσσεβοῦς φόνου.
  1602. αὐτὴ δὲ γαῖαν εἶμι τὴν Ἐρεχθέως,
  1603. Αἰγεῖ συνοικήσουσα τῷ Πανδίονος.
  1604. σὺ δ’, ὥσπερ εἰκός, κατθανῇ κακὸς κακῶς,
  1605. Ἀργοῦς κάρα σὸν λειψάνῳ πεπληγμένος,
  1606. πικρὰς τελευτὰς τῶν ἐμῶν γάμων ἰδών.
  1607. Ἰάσων
  1608. ἀλλά σ’ Ἐρινὺς ὀλέσειε τέκνων
  1609. φονία τε Δίκη.
  1610. Μήδεια
  1611. τίς δὲ κλύει σοῦ θεὸς ἢ δαίμων,
  1612. τοῦ ψευδόρκου καὶ ξειναπάτου;
  1613. Ἰάσων
  1614. φεῦ φεῦ, μυσαρὰ καὶ παιδολέτορ.
  1615. Μήδεια
  1616. στεῖχε πρὸς οἴκους καὶ θάπτ’ ἄλοχον.
  1617. Ἰάσων
  1618. στείχω, δισσῶν γ’ ἄμορος τέκνων.
  1619. Μήδεια
  1620. οὔπω θρηνεῖς· μένε καὶ γῆρας.
  1621. Ἰάσων
  1622. ὦ τέκνα φίλτατα.
  1623. Μήδεια
  1624. μητρί γε, σοὶ δ’ οὔ.
  1625. Ἰάσων
  1626. κἄπειτ’ ἔκανες;
  1627. Μήδεια
  1628. σέ γε πημαίνουσ’.
  1629. Ἰάσων
  1630. ὤμοι, φιλίου χρῄζω στόματος
  1631. παίδων ὁ τάλας προσπτύξασθαι.
  1632. Μήδεια
  1633. νῦν σφε προσαυδᾷς, νῦν ἀσπάζῃ,
  1634. τότ’ ἀπωσάμενος.
  1635. Ἰάσων
  1636. δός μοι πρὸς θεῶν
  1637. μαλακοῦ χρωτὸς ψαῦσαι τέκνων.
  1638. Μήδεια
  1639. οὐκ ἔστι· μάτην ἔπος ἔρριπται.
  1640. Ἰάσων
  1641. Ζεῦ, τάδ’ ἀκούεις ὡς ἀπελαυνόμεθ’,
  1642. οἷά τε πάσχομεν ἐκ τῆς μυσαρᾶς
  1643. καὶ παιδοφόνου τῆσδε λεαίνης;
  1644. ἀλλ’ ὁπόσον γοῦν πάρα καὶ δύναμαι
  1645. τάδε καὶ θρηνῶ κἀπιθεάζω,
  1646. μαρτυρόμενος δαίμονας ὥς μοι
  1647. τέκνα κτείνασ’ ἀποκωλύεις
  1648. ψαῦσαί τε χεροῖν θάψαι τε νεκρούς,
  1649. οὓς μήποτ’ ἐγὼ φύσας ὄφελον
  1650. πρὸς σοῦ φθιμένους ἐπιδέσθαι.
  1651. Χορός
  1652. πολλῶν ταμίας Ζεὺς ἐν Ὀλύμπῳ,
  1653. πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί·
  1654. καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη,
  1655. τῶν δ’ ἀδοκήτων πόρον ηὗρε θεός.
  1656. τοιόνδ’ ἀπέβη τόδε πρᾶγμα.